Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 32] Κατὰ τούτους δὲ καὶ ὁ μικρῷ πρόσθεν ἡμῖν δηλωθεὶς Ἰουστῖνος, δεύτερον ὑπὲρ τῶν καθ’ ἡμᾶς δογμάτων βιβλίον ἀναδοὺς τοῖς δεδηλωμένοις ἄρχουσι , θείῳ κατακοσμεῖται μαρτυρίῳ, φιλοσόφου Κρίσκεντος (τὸς φερώνυμον δὲ οὑτος τῇ Κυνικῇ προσηγορίᾳ βίον τε καὶ τρόπον ἐζήλου) τὴν ἐπιβουλὴν αὐτῷ καταρτύσαντος, ἐπείπερ πλεονάκις ἐν διαλόγοις ἐπ’ ἀκροατῶν εὐθύνας αὐτὸν τὰ νικητήρια τελευτῶν ὑπὲρ ἡς ἐπρέσβευεν ἀληθείας διὰ τοῦ μαρτυρίου τοῦ κατ’ αὐτὸν ἀνεδήσατο.

τοῦτο δὲ καὶ αὐτὸς ὁ ταῖς ἀληθείαις φιλοσοφώτατος ἐν τῇ δεδηλωμένῃ ἀπολογίᾳ σαφῶς οὕτως, ὥσπερ οὖν καὶ ἔμελλεν ὅσον οὔπω περὶ αὐτὸν συμβήσεσθαι, προλαβὼν ἀποσημαίνει τούτοις αὐτοῖς τοῖς ῥήμασι

‘κἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι, κἂν ξύλῳ ἐντιναγῆναι , ἢ κἂν ὑπὸ “Κρίσκεντος τοῦ ἀφιλοσόφου ἢ καὶ φιλοκόμπου. οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τ ν ἄνδρα, ὅς γε περὶ ὧν μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ ἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν πεπλανημένως τοῦτο πράττων.

εἴτε γὰρ μὴ ἐντυχὼν τοῖς τοῦ Χριστοῦ διδάγμασι [*](20 Iustin. Apol. II c. 3.)

v.4.p.164
‘κατατρέχει ημῶν, παμπόνηρός ἐστι καὶ ἰδιωτῶν πολυ χείρων, οἳ φυλάττονται πολλάκις περὶ ὡν οὐκ ἐπι στανται διαλέγεσθαι καὶ ψευδομαρτυρεῖν, καὶ εἰ ἐν τυχὼν μὴ συνῆκε τὸ ἐν αὐτοῖς μεγαλεῖον , ἢ συνεὶς “πρὸς τὸ μὴ ὑποπτευθῆναι τοιοῦτος ταῦτα ποιεῖ, πολυ “μᾶλλον ἀγεννὴς καὶ παμπόνηρος, ἰδιωτικῆς καὶ ἀλο “γου δόξης καὶ φόβου ἐλάττων ὤν

καὶ γὰρ προ θέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς “τοιαύτας μαθεῖν καὶ ἐλέγξαι, ὅτι ἀληθῶς μηδὲν ἐπί- “σταται, εἰδέναι ὑμὰς βούλομαι. καὶ ὅτι ἀληθῆ λέγω, “εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων, ἕτοιμος καὶ ἐφ’ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ’ ἂν καὶ τοῦτο ἔργον εἴη.

εἰ δὲ καὶ “ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτήσεις μου καὶ αἱ ἐκείνου “ἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται · ἢ εἰ ἐπίσταται , διὰ τοὺς ἀκούον- “οντας δὲ οὐ τολμᾷ λέγειν, ὡς πρότερον ἔφην, οὐ “ φιλόσοφος , ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται , ὅς γε “μηδὲ τὸ Σωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ.” ταῦτα μὲν οὖν ὁ Ἰουστῖνος.

ὅτι δὲ κατὰ τὴν αὐτοῦ πρόρρησιν πρὸς τοῦ Κρίσκεντος συσκευασθεὶς ἐτελειώθη, Τατιανὸς ἀνὴρ τὸν πρῶτον αὐτοῦ βίον σοφιστεύσας ἐν τοῖς Ἑλλήνων μαθήμασι, καὶ δόξαν οὐ σμικρὰν ἐν αὐτοῖς ἀπενηνεγμένος, πλεῖστά τε συγγράμμασιν αὐτοῦ καταλιπὼν μνημεῖα, έν τῷ πρὸς Ἕλληνας ἱστορεῖ λέγων ὧδέ πως “ καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρ- “θῶς ἐξεφώνησεν ἐοικέναι τοὺς προειρημένους λῃσταῖς.”

εἶτ’ ἐπειπών τινα περὶ τῶν φιλοσόφων ἐπιλέγει ταῦτα “Κρίσκης γοῦν, ὁ ἐννεοττεύσας τῇ “μεγάλῃ πόλει, παιδεραστίᾳ μὲν πάντας ὑπερήνεγκε, [*](25 Tatian. or. ad Graec. c. 18 et 19.)

v.4.p.165
‘φιλαργυρίᾳ δὲ πάνυ προσεχὴς ἦν.

θανάτου δὲ “ὁ καταφρονεῖν συμβουλεύων οὕτως αὐτὸς ἐδεδίει “τὸν θάνατον ὡς καὶ Ἰουστῖνον καθάπερ μεγάλῳ “ κακῷ τῷ θανάτῳ περιβαλεῖν πραγματεύσασθαι, διότι κηρύττων τὴν ἀλήθειαν λίχνους τοὺς φιλοσόφους “ καὶ ἀπατεῶνας ἐξήλεγχεν.’’ καὶ τὸ μὲν κατὰ ’Ιουστῖνον μαρτύριον τοιαύτην εἴληχε τὴν αἰτίαν.