Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὑπέβαλον γοῦν τινες Νι- “κήτην, τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν Ἄλκης, “ ἐντυχεῖν τῷ ἡγεμόνι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα, μὴ, φησὶν, ἀφέντες τὸν ἐσταυρωμένον, τοῦ- “τον ἄρξωνται σέβειν. καὶ ταῦτα εἶπον ὑποβαλόντων καὶ ἐνισχυσάντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν, ἀγνοοῦντες ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν “ δυνησόμεθα , τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα, οὔτε ἕτερόν τινα σέβειν.

τοῦτον μὲν γὰρ ὄντα υἱὸν τοῦ θεοῦ προσ- κυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως , ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον· ὡν γένοιτο καὶ ἡμᾶς συγκοινωνούς τε καὶ “ συμμαθητὰς γενέσθαι.

ἰδὼν οὖν ὁ ἑκατοντάρχης τὴν τῶν Ἰουδαίων γενομένην φιλονεικίαν , θεὶς αὐτὸν ἐν μέσῳ, ὡς ἔθος αὐτοῖς, ἔκαυσεν. οὕτως τε

v.4.p.162
“ἡμεῖς ὕστερον ἀνελόμενοι τὰ τιμιώτερα λίθων πο- “λυτελῶν καὶ δοκιμώτερα ὑπὲρ χρυσίον ὀστᾶ αὐτου “ ἀπεθέμεθα ὅπου καὶ ἀκόλουθον ἦν.

ἔνθα ὡς “ δυνατὸν ἡμῖν συναγομένοις ἐν ἀγαλλιάσει καὶ χαρδ “παρέξει ὁ κύριος ἐπιτελεῖν τὴν τοῦ μαρτυρίου αὐτου “ἡμέραν γενέθλιον , εἴς τε τὴν τῶν προηθληκότων “ μνήμην καὶ τῶν μελλόντων ἄσκησίν τε καὶ ἑτοιμα- “σίαν.

τοιαῦτα τὰ κατὰ τὸν μακάριον Πολύκαρ- “πον, σὺν τοῖς ἀπὸ Φιλαδελφείας δωδέκατον ἐν “Σμύρνῃ μαρτυρήσαντα, ὃς μόνος ὑπὸ πάντων μᾶλ- “λον μνημονεύεται, ὡς καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ “τόπῳ λαλεῖσθαι.”

τὰ μὲν δὴ κατὰ τὸν θαυμάσιον καὶ ἀποστολικὸν Πολύκαρπον τοιούτου κατηξίωτο τέλους, τῶν κατὰ τὴν Σμυρναίων ἐκκλησία(??) ἀδελφῶν τὴν ἱστορίαν ἐν ᾗ δεδηλώκαμεν αὐτῶν ἐπιστολῇ κατατεθειμένων. ἐν τῇ αὐτῆ̣ δὲ περὶ αὐτο(??) γραφῇ καὶ ἄλλα μαρτύρια συνῆπτο κατὰ τὴν αὐτὴν Σμύρναν πεπραγμένα ὑπὸ τὴν αὐτὴν περίοδον του χρόνου τῆς τοῦ Πολυκάρπου μαρτυρίας, μεθ’ ὧν καὶ Μητρόδωρος τῆς κατὰ Μαρκίωνα πλάνης πρεσβύτερος δὴ εἶναι δοκῶν πυρὶ παραδοθεὶς ἀνῄρηται.

τῶν γε μὴν τότε περιβόητος μάρτυς εἷς τις ἐγνωρίζετο Πιόνιος, οὗ τὰς κατὰ μέρος ὁμολογίας, τήν τε τοῦ λόγου παρρησίαν , καὶ τὰς ὑπὲρ τῆς πίστεως ἐπὶ τοῦ δήμου καὶ τῶν ἀρχόντων ἀπολογίας , διδασκαλικάς τε δημηγορίας, καὶ ἔτι τὰς πρὸς τοὺς ὑποπεπτωκότας τῷ κατὰ τὸν διωγμὸν πειρασμῷ δεξιώσεις, παραμυθίας τε ἃς ἐπὶ τῆς εἱρκτῆς τοῖς παρ’ αὐτὸν εἰσαφικνουμένοις ἀδελφοῖς παρετίθετο, ἅς τε ἐπὶ τούτοις ὑπέμεινε βασάνους τε καὶ τὰς ἐπὶ ταύταις ἀλγηδόνας καθηλώσεις τε, καὶ τὴν ἐπὶ τῆς πυρᾶς καρτερίαν, τήν τε ἐφ’ ἅπασι τοῖς παραδόξοις αὐτοῦ

v.4.p.163
τελευτὴν πληρέστατα τῆς περὶ αὐτοῦ γραφῆς περιεχούσης, τοὺς οἷς φίλον ἐπὶ ταύτην ἀναπέμψομεν, τοῖς τῶν ἀρχαίων συναχθεῖσιν ἡμῖν μαρτυρίοις ἐντεταγμένην.

ἑξῆς δὲ καὶ ἄλλων ἐν Περγάμῳ πόλει τῆς Ἀσίας ὑπομνήματα μεμαρτυρηκότων φέρεται, Κάρπου καὶ Παπύλου καὶ γυναικὸς Ἀγαθονίκης, μετὰ πλείστας καὶ διαπρεπεῖς ὁμολογίας ἐπιδόξως τετελειωμένων.