Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 30] Ἐπὶ δὲ τῶν δηλουμένων, Ἀνικήτου τῆς ῾Ρωμαίων ἐκκλησίας ἡγουμένου, Πολύκαρπον ἔτι περιόντα τῷ βίῳ γενέσθαι τε ἐπὶ ῾Ρώμης καὶ εἰς ὁμιλίαν τῷ Ἀνικήτῳ ἐλθεῖν διά τι ζήτημα περὶ τῆς κατὰ τὸ πάσχα ἡμέρας, Εἰρη-

v.4.p.152
ναῖος ἱστορεῖ.

καὶ ἄλλην δὲ ὁ αὐτὸς περὶ τοῦ Πολυκάρπου παραδίδωσι διήγησιν, ἣν ἀναγκαῖον τοῖς περὶ αὐτοῦ δηλουμένοις ἐπισυνάψαι οὕτως ἔχουσαν ·

  • [Ἀπὸ τοῦ τρίτου τῶν πρὸς τὰς αἱρέσεις Εἰρηναίου.]
  • “Καὶ Πολύκαρπος δὲ οὐ μόνον ὑπὸ ἀποστόλων μαθητευθεὶς , καὶ συναναστραφεὶς πολλοῖς τὸν Χρι- “ στὸν ἑωρακόσιν, ἀλλὰ καὶ ὑπὸ ἀποστόλων καταστα- “ θεὶς εἰς τὴν Ἀσίαν ἐν τῇ ἐν Σμύρνῃ ἐκκλησίᾳ ἐπί- “σκοπος, ὃν καὶ ἡμεῖς ἑωράκαμεν ἐν τῇ πρώτῃ ἡμῶν ἡλικίᾳ.

    ἐπιπολὺ γὰρ παρέμεινε, καὶ πάνυ.γηρα- ῾λέος, ἐνδόξως καὶ ἐπιφανέστατα μαρτυρήσας, ἐξῆλθε τοῦ βίου , ταῦτα διδάξας ἀεὶ, ἃ καὶ παρὰ τῶν ἀπο- “ στόλων ἔμαθεν, ἃ καὶ ἡ ἐκκλησία παραδίδωσιν, “ καὶ μόνα ἐστὶν ἀληθῆ.

    μαρτυροῦσι τούτοις αἱ “κατὰ τὴν Ἀσίαν ἐκκλησίαι πᾶσαι, καὶ οἱ μέχρι νῦν “ διαδεδεγμένοι τὸν Πολύκαρπον , πολλῷ ἐξιοπιστότερον καὶ βεβαιότερον ἀληθείας μάρτυρα ὄντα Οὐα- “λεντίνου καὶ Μαρκίωνος καὶ τῶν λοιπῶν κακογνω- “μόνων, ὃς καὶ ἐπὶ Ἀνικήτου ἐπιδημήσας τῇ Ῥώμῃ πολλοὺς ἀπὸ τῶν προειρημένων αἱρετικῶν ἐπέστρε- ‘ψεν ἐπὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ, μίαν καὶ μόνην “ ταύτην ἀλήθειαν κηρύξας ὑπὸ τῶν ἀποστόλων παρειληφέναι, τὴν ὑπὸ τῆς ἐκκλησίας παραδεδομένην. “

    καὶ εἰσὶν οἱ ἀκηκοότες αὐτοῦ ὅτι Ἰωάννης ὁ του “ κυρίου μαθητὴς ἐν τῇ Ἐφέσῳ πορευθεὶς λούσασθαι, “καὶ ἰδὼν ἔσω Κήρινθον ἐξήλατο τοῦ βαλανείου μη λουσάμενος, ἀλλ’ ἐπειπὼν, φύγωμεν , μὴ καὶ τὸ βαλανεῖον συμπέσῃ, ἔνδον ὄντος Κηρίνθου τοῦ τῆς “ἀληθείας ἐχθροῦ.

    καὶ αὐτὸς δὲ ὁ Πολύκαρπος [*](1 Iren. fragm. p. 341. Mass. Conf. infra 5, 24. 5 Iren. III, 3. 4. p. 176.)

    v.4.p.153
    “Μαρκίωνί ποτε εἰς ὄψιν αὐτῷ ἐλθόντι καὶ φήσαντι “῾ ἐπιγινώσκεις ἡμᾶς’ ἀπεκρίθη ἐπιγινώσκω “ πρωτότοκον τοῦ σατανᾶ.’ τοσαύτην οἱ ἀπόστολοι καὶ “οἱ μαθηταὶ αὐτῶν ἔσχον εὐλάβειαν πρὸς τὸ μηδὲ ῾ μέχρι λόγου κοινωνεῖν τινὶ τῶν παραχαρασσόντων “τὴν ἀλήθειαν, ὡς καὶ Παῦλος ἔφησεν ‘αἱρετικὸν ἄν- “θρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι- “τοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτά- “νει ὢν αὐτοκατάκριτος.’

    ἔστι δὲ καὶ ἐπιστολὴ “ Πολυκάρπου πρὸς Φιλιππησίους γεγραμμένη ἱκανω- “τάτη, ἐξ ἧς καὶ τὸν χαρακτῆρα τῆς πίστεως αὐτοῦ “ καὶ τὸ κήρυγμα τῆς ἀληθείας οἱ βουλόμενοι καὶ φρον- ‘τίζοντες τῆς ἑαυτῶν σωτηρίας δύνανται μαθεῖν.·