Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ δὲ αὐτὸς οὗτος Ἰουστῖνος, καὶ πρὸς Ἕλληνας ἱκανώτατα πονήσας, καὶ λόγους ὑπὲρ τῆς ἡμετέρας πίστεως ἀπολογίαν ἔχοντας βασιλεῖ Ἀντωνίνῳ τῷ [*](14 lustin. Apol. I. c. 26.)

v.4.p.150
δὴ ἐπικληθέντι Εὐσεβεῖ καὶ τῇ ῾Ρωμαίων συγκλήτῳ βουλῆ̣ προσφωνεῖ. καὶ γὰρ ἐπὶ τῆς ῾Ρώμης τὰς διατριβὰς ἐποιεῖτο. ἐμφαίνει δὲ ἑαυτὸν, ὅστις καὶ πόθεν ἠν , διὰ τῆς ἀπολογίας ἐν τούτοις·

[Nic. H. E. III, 26-32] “ Αὐτοκράτορι Τίτῳ ῾Αἰλίῳ ’Αδριανῷ Ἀντωνίνῳ Εὐσεβεῖ Καίσαρι Σεβα- “στῷ, καὶ Οὐηρισσίμῳ υἱῷ φιλοσόφῳ , καὶ Λουκίῳ ῾φιλοσόφῳ, Καίσαρος φύσει υἱῷ καὶ Εὐσεβοῦς εἰσποι- “ητῷ, ἐραστῇ παιδείας, ἱερᾷ τε συγκλήτῳ καὶ παντὶ “δήμῳ Ῥωμαίων, ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώ- “πων ἀδίκως μισουμένων καὶ ἐπηρεαζομένων , ’Ιουστῖνος Πρίσκου τοῦ Βακχείου, τῶν ἀπὸ Φλαουίας “ Νέας πόλεως τῆς Συρίας Παλαιστίνης , εἷς αὐτῶν ὢν , τὴν προσφώνησιν καὶ ἔντευξιν ποιήσομαι. ” ἐντευχθεὶς δὲ καὶ ὑφ’ ἑτέρων ὁ αὐτὸς βασιλεὺς ἐπὶ τῆς Ἀσίας ἀδελφῶν, παντοίαις ὕβρεσι πρὸς τῶν ἐπιχωρίων δήμων καταπονουμένων, τοιαύτης ἠξίωσε τὸ κοινὸν τῆς Ἀσίας διατάξεως ·

[Nic. H. E. III, 28] “ Αὐτοκράτωρ Καῖσαρ “ Μάρκος Αὐρήλιος Ἀντωνῖνος Σεβαστὸς, Ἀρμένιος, “ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ πέμπτον καὶ δέκατον, ὕπατος τὸ τρίτον, τῷ κοινῷ τῆς Ἀσίας χαίρειν.

ἐγὼ μὲν οἶδα ὅτι καὶ τοῖς θεοῖς ἐπιμελές ἐστι μὴ λανθάνειν τοὺς τοιούτους. πολὺ γὰρ “μᾶλλον ἐκεῖνοι κολάσαιεν ἂν τοὺς μὴ βουλομένους “ αὐτοὺς προσκυνεῖν ἢ ὑμεῖς.

οὓς εἰς ταραχὴν ἐμβάλλετε , βεβαιοῦντες τὴν γνώμην αὐτῶν ἥνπερ “ ἔχουσιν, ὡς ἀθέων κατηγοροῦντες. εἴη δ’ ἂν ἐκείνοις ῾ αἱρετὸν τὸ δοκεῖν κατηγορουμένοις τεθνάναι μᾶλ- ῾λον ἢ ζῆν ὑπὲρ τοῦ οἰκείου θεοῦ. ὅθεν καὶ νικῶσι, [*](5 lustin. Apol. I. c. 1. p. 53. 19 Ibid. c. 68. p. 100.)

v.4.p.151
“προϊέμενοι τὰς ἑαυτῶν ψυχὰς, ἤπερ πειθόμενοι οἷς “ἀξιοῦτε πράττειν αὐτούς.

περὶ δὲ τῶν σεισμῶν “τῶν γεγονότων καὶ γινομένων οὐκ ἄτοπον ὑμᾶς “ὑπομνῆσαι, ἀθυμοῦντας μὲν ὅταν περ ὦσι, παρα- “βάλλοντας δὲ τὰ ὑμέτερα προς τὰ ἐκείνων.

οἱ μὲν “οὖν εὐπαρρησιαστότεροι γίνονται πρὸς τὸν θεὸν, “ὑμεῖς δὲ παρὰ πάντα τὸν χρόνον, καθ᾿ ὃν ἀγνοεῖν “δοκεῖτε, τῶν τε θεῶν καὶ τῶν ἄλλων ἀμελεῖτε καὶ “τῆς θρησκείας τῆς περὶ τὸν ἀθάνατον, ὃν δὴ τοὺς “Χριστιανοὺς θρησκεύοντας ἐλαύνετε καὶ διώκετε “ἕως θανάτου.

ὑπὲρ δὲ τῶν τοιούτων ἤδη καὶ “πολλοὶ τῶν περὶ τὰς ἐπαρχίας ἡγεμόνων καὶ τῷ “θειοτάτῳ ἡμῶν ἔγραψαν πατρὶ, οἷς καὶ ἀντέγραψε “μηδὲν ἐνοχλεῖν τοῖς τοιούτοις, εἰ μηδὲν φαίνοιντο “περὶ τὴν τῶκ ῾Ρωμαίων ἡγεμονίαν ἐγχειροῦντες. καὶ “ἐμοὶ δὲ περὶ τῶν τοιούτων πολλοὶ ἐσήμαναν, οἷς “δὴ καὶ ἀντέγραψα, κατακολουθῶν τῇ τοῦ πατρὸς “γνώμῃ

εἰ δέ τις ἐπιμένοι τινὰ τῶν τοιούτων εἰς “πράγματα φέρων ὡς δὴ τοιοῦτον, ἐκεῖνος ὁ καταφε- “ρόμενος ἀπολελύσθω τοῦ ἐγκλήματος, καὶ ἐὰν φαί- “νηται τοιοῦτος ὢν, ὁ δὲ καταφέρων ἔνοχος ἔσται “δίκης. προετέθη ἐν Ἐφέσω ἐν τῷ κοινῷ τῆς Ἀσίας.”

τούτοις οὕτω χωρήσασιν ἐπιμαρτυρῶν Μελίτων τῆς ἐν Σάρδεσιν ἐκκλησίας ἐπίσκοπος, κατ᾿ αὐτὸ γνωριζόμενος τοῦ χρόνου, δῆλός ἐστιν ἐκ τῶν εἰρημένων αὐτῷ ἐν ᾗ πεποίηται πρὸς αὐτοκράτορα Οὐῆρον ὑπὲρ τοῦ καθ᾿ ἡμᾶς δόγματος ἀπολογίᾳ.