Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. ΙΙΙ, 6] Φέρε δὴ οὖν τῶν ἱστοριῶν τὴν πέμπτην τοῦ Ἰωσήπου μετὰ χεῖρας αὖθις ἀναλα- βὼν τῶν τότε πραχθέντων δίελθε τὴν τραγῳδίαν· τοῖς γε μὴν εὐπόροις’’ φησὶ “ καὶ τὸ μένειν πρὸς [*](30 loseph. B. I. V, 10, 2.)

v.4.p.90
“ἀπωλείας ἴσον ἦν. προφάσει γὰρ αὐτομολίας ἀνῃ- “ ρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δὲ ἡ ἀπόνοια ‘ τῶν στασιαστῶν συνήκμαζε, καὶ καθ’ ἡμέραν ἀμφό- ‘τερα προσεξεκάετο τὰ δεινά.

φανερὸς μέν γε οὐ- “ δάμου σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς “ οἰκίας, ἔπειθ’ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκί- “ ζοντο, μὴ εὑρόντες δὲ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. τεκμήριον δὲ τοῦ τ’ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων ἦν, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἶ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπ’ ἐν- δείας τεθνηξομένους αὐτίκα.

πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντικατηλλάξαντο μέτρου , πυρῶν μὲν, εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέ- “ στεροι κριθῆς. ἔπειτα κατακλείοντες ἑαυτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπ’ ἄκρας ἐνδείας “ τὸν σῖτον ἤσθιον, οἱ δὲ ἔπεσσον, ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρῄνει.

καὶ τράπεζα μὲν “ οὐδαμοῦ παρετίθετο , τοῦ δὲ πυρὸς ἀφέλκοντες ἔτ’ “ὠμὰ τὰ σιτία διήρπαζον. ἐλεεινὴ δ’ ἦν ἡ τροφὴ κ’ “δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλέο “νεκτούντων , τῶν δὲ ἀσθενῶν ὀδυρομένων.

πά “ των μὲν δὴ παθῶν ὑπερίσταται λιμὸς , οὐδὲν “οὕτως ἀπόλλυσιν ὡς αἰδώς. τὸ γὰρ ἄλλως ἐντροπῆς “ ἄξιον ἐν τούτῳ καταφρονεῖται. γυναῖκες γοῦν ἀν- “ δρῶν καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον , μ’ ‘τέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τ’ τροφάς. καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένῳ “ οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμοῦ “

τοιαῦτα δ’ ἐσθίοντες ὅμως οὐ διελάνθανον. πανταχοῦ δ’ οὑν ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτω “ ταῖς ἁρπαγαῖς. ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένη

v.4.p.91
“οἰκίαν, σημεῖον ἢν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι “τροφήν. εὐθέως δὲ εἰσαράξαντες τὰς θύρας εἰσεπή- ·‘δων, καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβον- “τες τοὺς ἀκόλους ἀνέφερον.

ἐτύπτοντο δὲ γέρον- “τες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράσσοντο “γυναῖκες, συγκαλύπτουσαι τὰ ἐν χερσίν· οὐδέ τις “ἦν οἶκτος πολιᾶς ἢ νηπίων, ἀλλὰ συνεπαίροντες “νήπια τῶν ψωμῶν ἐκκρεμάμενα κατέσειον εἰς ἔδα- “φος. τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ “προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ‘ἦσαν ὠμότεροι.