Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 44]. Ὁ μέντοι Κλήμης, οὗ τὰς φωνὰς ἀρτίως ἀνέγνωμεν, τοῖς προειρημένοις ἑξῆς [*](2 Clemens Strom. 3, 4. p. 522.)

v.4.p.122
διὰ τοὺς ἀθετοῦντας γάμον τοὺς τῶν ἀποστόλων ἐξετασθέντας ἐν συζυγίαις καταλέγει φάσκων “ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάσουσι. Πέτρος μὲν γὰρ “καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς “θυγατέρας ἀνδράσιν ἐξέδωκε. καὶ ὅ γε Παῦλος οὐκ “ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὑτοῦ προσαγορεῦσαι σύ- “ζυγον, ἣν οὐ περιεκόμιζε διὰ τὸ τῆς ὑπηρεσίας εὐ- “σταλές.”

ἐπεὶ δὲ τούτων ἐμνήσθημεν, οὐ λυπεῖ καὶ ἄλλην ἀξιοδιήγητον ἱστορίαν τοῦ αὐτοῦ παραθέσθαι, ἣν ἐν τῷ ἑβδόμῳ στρωματεῖ τοῦτον ἱστορῶν ἀνέγραψε τὸν τρόπον “ φασὶ γοῦν τὸν μακάριον Πέ- “τρον, θεασάμενον τὴν ἑαυτοῦ γυναῖκα ἀπαγομένην τὴν ἐπὶ θανάτῳ, ἡσθῆναι μὲν τῆς κλήσεως χάριν “καὶ καὶ τῆς ἐπ’ οἶκον ἀνακομιδῆς, ἐπιφωνῆσαι δὲ εὖ “μάλα προτρεπτικῶς καὶ παρακλητικῶς ἐξ ὀνόματος προσειπόντα ῾μέμνησο, ὦ αὕτη, τοῦ κυρίου.᾿ “τος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ᾑ τῶν φιλτάτων “τελεία διάθεσις.” καὶ ταῦτα δ’ οἰκεῖα ὄντα τῇ μετὰ χεῖρας ὑποθέσει ἐνταῦθά μοι κατὰ καιρὸν κείσθω.