Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 10] Οὐκ ἀγνοεῖν δὲ ἄξιον ὡς καὶ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Πιλᾶτον, κατὰ Γάϊον , οὗ τοὺς χρόνους διέξιμεν, τοσαύταις περιπεσεῖν κατέχει λόγος συμφοραῖς ὡς ἐξ ἀνάγκης αὐτοφονευτὴν ἑαυτοῦ καὶ τιμωρὸν αὐτόχειρα γενέσθαι, τῆς θείας, ὡς ἔοικε, δίκης οὐκ εἰς μακρὸν αὐτὸν μετελθούσης. ἱστοροῦσιν Ἑλλήνων οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαυτες.

[Nic. H. E. II, 11-12] Ἀλλὰ γὰρ Γάϊον οὐδ’ ὅλοις τέτταρσιν ἔτεσι τὴν ἀρχὴν διακατασχόντα Κλαύδιος αὐτοκράτωρ διαδέχεται. καθ’ ὃν λιμοῦ τὴν οἰκουμένην πιέσαντος , τοῦτο δὲ καὶ οἱ πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεἵς ταῖς αὐτῶν ἱστορίαις παρέδοσαν), ἡ κατὰ τὰς Πραξεῖς τῶν ἀποστόλων Ἀγά βου προφήτου περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν ἐφ’ ὅλην τὴν οἰκουμένην πέρας ἐλάμβανε πρόρρησις.

τὸν δὲ κατὰ Κλαύδιον λιμὸν ἐπισημηνάμενος ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς , ἱστορήσας τε ὡς ἄρα διὰ Παύλου καὶ Βαρνάβα οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ τοῖς κατὰ τὴν Ἰουδαίαν ἐξ ὧν ἕκαστος ηὐπόρει διαπεμψήμενοι ἦσαν ἐπιφέρει λέγων·

“ Κατ΄ ἐκεῖνον δὲ τὸν καιρὸν, δῆλον ὅτι ἐπὶ Κλαυδίου , ἐπέβαλεν ὁ βασιλεὺς Ἡρώδης τὰς χεῖρας, [*](21 Act. 2, 28. 29 Act. 12, 1.)

v.4.p.56
κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλέ τε Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.”

περὶ τούτου δ᾿ ὁ Κλήμης τοῦ Ἰακώβου καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡσὰν ἐκ παραδόσεως τῶν πρὸ αὐτοῦ φάσκων, ὅτι δὴ ὁ εἰσαγαγὼν αὐτὸν εἰς δικαστήριον, μαρτυρήσαντα ἰδὼν αὐτὸν, κινηθεὶς ὡμολόγησεν εἶναι καὶ αὐτὸς ἑαυτὸν Χριστιανόν.

συναπήχθησαν οὖν ἄμφω, φησὶ, καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγον σκεψάμενος “εἰρήνη σοι” εἶπε, καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν.

τὸ τηνικαῦτα δὲ, ὥς φησιν ἡ θεία γραφὴ, ἰδὼν ὁ Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ὅτι δὴ πρὸς ἡδονῆς εἴη τὸ πραχθὲν τοῖς Ἰουδαίοις, ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ὅσον οὔπω καὶ τὸν κατ᾿ αὐτοῦ φόνον ἐνήργησεν ἂν, εἰ μὴ διὰ θείας ἐπιφανείας ἐπιστάντος αὐτῷ νύκτωρ ἀγγέλου παραδόξως τῶν εἱργμῶν ἀπαλλαγεὶς ἐπὶ τὴν τοῦ κηρύγματος ἀφεῖτο διακονίαν. καὶ τὰ μὲν κατὰ Πέτρον οὕτως εἶχεν οἰκονομίας.

[Nic. H. E. II, 13] Τὰ δέ γε τῆς κατὰ τῶν ἀποστόλων ἐγχειρήσεως τοῦ βασιλέως οὐκέτ᾿ ἀναβολῆς εἴχετο, ἀλλά γέ τοι αὐτὸν ὁ τῆς θείας δίκης τιμωρὸς διάκονος μετῄει, παραυτίκα μετὰ τὴν τῶν ἀποστόλων ἐπιβουλὴν, ὡς ἡ τῶν Πράξεων ἱστορεῖ γραφὴ, ὁρμήσαντα μὲν ἐπὶ τὴν Καισάρειαν, ἐν ἐπισήμῳ δ᾿ ἐνταῦθα ἑορτῆς ἡμέρᾳ λαμπρᾷ καὶ βασιλικῇ κοσμησάμενον ἐσθῆτι, ὑψηλόν τε πρὸ βήματος δημηγορήσαντα· τοῦ γάρ τοι δήμου παντὸς ἐπευφημήσαντος [*](13 Act. 12, 3. 26 Act. 12, 20.)

v.4.p.57
τῇ δημηγορίᾳ , ὡς ἐπὶ θεοῦ φωνῇ καὶ οὐκ ἀνθρώπου, παραχρῆμα τὸ λόγιον πατάξαι αὐτὸν ἄγγελον κυρίου ἱστορεῖ , γενόμενόν τε σκωληκόβρωτον ἐκψῦξαι.