Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὡς δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν , Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν ὧδέ πως παρίστησιν “ ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας “τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν “ Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ “ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν· ὁμοίως δὲ καὶ εἰς τὴν Ἰτο “ λίαν ὁμόσε διδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτ’ “ καιρόν.’ καὶ ταῦτα δὲ, ὡς ἂν ἔτι μᾶλλον πιστωθε τὰ τῆς ἱστορίας.

[Nic. H. E. III, 3,] Αὖθις δ’ ὁ Ἰώση(??) πλεῖστα ὅσα περὶ τῆς τὸ πᾶν Ἰουδαίων ἔθνος κατ’ λαβούσης διελθὼν συμφορᾶς δηλοῖ κατὰ λέξιν , ἑ πλείστοις ἄλλοις μυρίους ὅσους τῶν παρὰ Ἰουδαῖοι [*](29 loseph. B. I. II, 14, 9.)

v.4.p.83
τετιμημένων μάστιξιν αἰκισθέντας έν αὐτῇ τῇ Ἱερουσαλὴμ ἀνασταυρωθῆναι ὑπὸ Φλώρου. τοῦτον δὲ εἷναι τῆς Ἰουδαίας ἐπίτροπον , ὁπηνίκα τὴν ἀρχὴν ἀναρριπισθῆναι τοῦ πολέμου, ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας, συνέβη.

εἶτα δὲ καὶ καθ’ ὅλην τὴν Συρίαν ἐπὶ τῇ τῶν Ἰουδαίων ἀποστάσει δεινήν φησι κατειληφέναι ταραχὴν , πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν ἐνοίκων ὡσὰν πολεμίων ἀνηλεῶς πορθουμένων , ὥστε ὁρᾶν τὰς πόλεις μεστὰς ἀτάφων σωμάτων, καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους , γύναιά τε μηδὲ τῆς ἐπ’ αἰδοῖ σκέπης μετειληφότα, καὶ πᾶσαν μὲν τὴν ἐπάρχιον μεστὴν ἀδιηγήτων συμφορῶν , μείζονα δὲ τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνά- τασιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν.

[Nic. H. E. II, 39 –44. III, 1] Τὰ μὲν δὴ κατὰ Ἰουδαίους ἐν τούτοις ἦν. τῶν δὲ ἱερόν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ’ ἅπασαν κατασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει , τὴν Παρθίαν εἴληχεν , Ἀνδρέας δὲ τὴν Σκυθίαν, Ἰωάννης τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσω τελευτᾷ.

Πέτρος δὲ ἐν Πόντῳ καὶ Γαλατία καὶ Βιθυνία Καππαδοκία τε καὶ Ἀσία κεκηρυχέναι τοῖς ἐν διασπορᾷ Ἰουδαίοις ἔοικεν· ὃς [*](7 loseph. B. I. 11, 18, 2.)

v.4.p.84
καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν.

τί δεῖ περὶ Παύλου λέγειν , ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον τοὐ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος ; ταῦτα Ὠριγένει κατὰ λέξιν ἐν τρίτῳ τόμῳ τῶν εἰς τὴν Γένεσιν ἐξηγητικῶν εἴρηται.

[Nic. H. E. III, 2] Τῆς δὲ Ῥωμαίων ἐκκλησίας μετὰ τὴν Παύλου καὶ Πέτρου μαρτυρίαν πρῶτος κληροῦται τὴν ἐπισκοπὴν Λίνος. μνημονεύει τούτου Τιμοθέῳ γράφων ἀπὸ Ῥώμης ὁ Παῦλος κατὰ τὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς πρόσρησιν.