Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 15] Νέρωνος δὲ ὄγδοον ἄγοντος τῆς βασιλείας ἔτος πρῶτος μετὰ Μάρκον τὸν εὐαγγελιστὴν τῆς ἐν Ἀλεξανδρείᾳ παροικίας Ἀννιανὸς τὴν λειτουργίαν διαδέχεται.

[Nic. H. E. ΙΙ, 34 — 37] Κραταιουμένης δὲ ἤδη τῷ Νέρωνι τῆς ἀρχῆς , εἰς ἀνοσίους ἐξοκείλας ἐπιτηδεύσεις κατ’ αὐτῆς ὡπλίζετο τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας. γράφειν μὲν οὑν οἶός τις οὑτος γεγένηται τὴν μοχθηρίαν οὐ τῆς παρούσης γένοιτ΄ ἂν σχολῆς.

πολλῶν γε μὴν τὰ κατ’ αὐτὸν ἀκριβεστάταις παραδεδωκότων διηγήσεσι, πάρεστιν ὅτῳ φίλον ἐξ αὐτῶν τὴν σκαιότητα τῆς τἀνδρὸς ἐκτόπου καταθεωρῆσαι μανίας , καθ’ ἣν, οὐ μετὰ λογισμοῦ, μυρίων ὅσων ἀπωλείας διεξελθὼν ἐπὶ τοσαύτην ἤλασε μιαιφονίαν ὡς μηδὲ τῶν οἰκειοτάτων τε καὶ φιλτάτων ἐπισχεῖν, μητέρα δὲ ὁμοίως καὶ ἀδελφοὺς καὶ γυναῖκα σὺν καὶ ἄλλοις μυρίοις τῷ γένει προσήκουσι τρόπον ἐχθρῶν καὶ πολεμίων ποικίλαις θανάτων ἰδέαις διαχρήσασθαι.

ἐνέδει δὲ ἄρα τοῖς πᾶσι καὶ τοῦτ’ ἐπιγραφῆναι αὐτῷ , ὡς ἂν πρῶτος αὐτοκρατόρων τῆς εἰς τὸ θεῖον εὐσεβείας πολέμιος ἀναδειχθείη.

τούτου δὲ πάλιν ὁ Ῥωμαῖος Τερτυλλιανὸς ὧδέ πως λέγων μνημονεύει “ ἐντύχετε τοῖς “ὑπομνήμασιν ὑμῶν. ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν “πάσαν ὑποτάξας ὠμὸς ἦν εἰς πάντας , διώξαντα. “τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυχώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται, ὡς οὐκ “ἂν, εἰ μὴ μέγα τι ἀγαθὸν ἦν , ὑπὸ Νέρωνος κατακριθῆναι.“