Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 38] Ἰουδαῖοί γε μὴν τοῦ Παύλου Καίσαρα ἐπικαλεσαμένου, ἐπί τε τὴν ῾Ρωμαίων πόλιν ὑπὸ Φήστου παραπεμφθέντος, τῆς ἐλπίοος καθ᾿ ἣν ἐξήρτυον αὐτῷ τὴν ἐπιβουλὴν ἀποπεσόντες, ἐπὶ Ἰάκωβον τὸν τοῦ κυρίου τρέπονται ἀδελφὸν, ὧ πρὸς τῶν ἀποστόλων ὁ τῆς ἐπισκοπῆς τῆς ἐν Ἱεροσολύμοις ἐγκεχείριστο θρόνος. τοιαῦτα δὲ αὐτοῖς καὶ τὰ κατὰ τούτου τολμᾶται.

εἰς μέσον αὐτὸν ἀγαγόντες ἄρνησιν τῆς εἰς τὸν Χριστὸν πίστεως ἐπὶ παντὸς ἐζήτουν τοῦ λαοῦ. τοῦ δὲ παρὰ τὴν ἁπάντων γνώμην ἐλευθέρᾳ φωνῇ καὶ μᾶλλον ἢ προσεδόκησαν ἐπὶ τῆς πληθύος ἀπάσης παρρησιασαμένου, καὶ ὁμολογήσαντος υἱὸν εἶναι τοῦ θεοῦ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν, μηκέθ᾿ οἷοί τε τὴν τοῦ ἀνδρὸς μαρτυρίαν φέρειν, τῷ καὶ δικαιότατον αὐτὸν παρὰ τοῖς πᾶσι δι᾿ ἀκρότητα ἧς μετῄει κατὰ τὸν βίον φιλοσοφίας τε καὶ θεοσεβείας πιστεύεσθαι, κτείνουσι, καιρὸν εἰς ἐξουσίαυ λαβόντες τὴν ἀναρχίαν, ὅτι δὴ τοῦ Φήστου κατ᾿ αὐτὸ τοῦ καιροῦ ἐπὶ τῆς Ἰουδαίας τελευτήσαντος ἄναρχα καὶ ἀνεπιτρόπευτα τὰ τῆς αὐτόθι διοικήσεως καθειστήκει.

τὸν δὲ τῆς τοῦ Ἰακώβου τελευτῆς τρόπον ἤδη μὲν πρότερον αἱ παρατεθεῖσαι τοῦ Κλήμεντος φωναὶ δεδηλώκασιν, ἀπὸ τοῦ πτερυγίου βεβλῆσθαι ξύλῳ τε τὴν πρὸς θάνατον πεπλῆχθαι αὐτὸν ἱστορηκότος.

ἀκριβέστατά γε μὴν τὰ κατ᾿ αὐτὸν ὁ Ἡγήσιππος, ἐπὶ τῆς πρώτης τῶν [*](26 πρότερον] II, 1. p. 45, 23.)

v.4.p.77
ἀποστόλων γενόμενος διαδοχῆς, ἐν τῷ πέμπτῳ αὐτοῦ ὑπομνήματι τοῦτον λέγων ἱστορεῖ τὸν τρόπον “ δια- “ δὲ τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ “ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος , ὁ ὀνομασθεὶς ὑπὸ “πάντων δίκαιος ἀπὸ τῶν τοῦ κυρίου χρόνων μέχρι “ καὶ ἡμῶν· ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο.

οὗτος “ δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. οἶνον καὶ σί- “ κερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγε. ξυρὸν ἐπὶ “ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο, “ καὶ βαλανείῳ οὐκ ἐχρήσατο.

τούτῳ μόνῳ ἐξῆν “ εἰς τὰ ἅγια εἰσιέναι. οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ “σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναὸν, ηὑρί- “ κετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος “ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα “ αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν προσκυ- “ νοῦντα τῷ θεῷ τὰ γόνατα καὶ αἰτεῖσθαι ἄφεσιν τῷ “ λαῷ.

διά γέ τοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης “ αὐτοῦ ἐκαλεῖτο δίκαιος καὶ ὠβλίας, ὅ ἐστιν Ἑλλη “νιστὶ περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη, ὡς οἱ προ- “ φῆται δηλοῦσι περὶ αὐτοῦ.

τινὲς οὖν τῶν ἑπτὰ “αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι “ ἐν τοῖς ὑπομνήμασιν, ἐπυνθάνοντο αὐτοῦ τίς ἡ θύρα “ τοῦ Ἰησοῦ. καὶ ἔλεγε τοῦτον εἶναι τὸν σωτῆρα.

ἐξ “ ὧν τινες ἐπίστευσαν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός. αἱ “ αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπίστευον οὔτε ἀνά- “ οὔτε ἐρχόμενον ἀποδοῦν·αι ἑκάστῳ κατὰ τὰ “ ἔργα αὐτοῦ. ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. “

πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων ἦν “ θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ Φαρι- “ σαίων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν “τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες “τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν

v.4.p.78
“ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χρι- “στοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόν “τας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ “πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ “πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμ- “βάνεις.

πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ “πλανᾶσθαι. καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθό “μεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, “ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς καὶ ᾖ εὐάκουστά σου τὰ “ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνελη- “λύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν.

“ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρι- “σαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ “ἔκραξαν αὐτῷ καὶ εἶπαν, δίκαιε, ᾧ πάντες πείθε- “σθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ “τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ “Ἰησοῦ.

καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ, τί με ἐπε- “ρωτᾶτε περὶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ ἀνθρώπου; καὶ αὐ- “τὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης “δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν “τοῦ οὐρανοῦ.

καὶ πολλῶν πληροφορηθέντων, “καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ “λεγόντων ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, τότε πάλιν οἱ αὐ- “τοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον, “κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες “τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες καταβάλωμεν αὐτὸν, ἵνα “φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ.

καὶ ἔκραξαν “λέγοντες, ὢ ὢ, καὶ ὁ δίκαιος ἐπλανήθη. καὶ ἐπλή- “ρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην· “ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοί- “νυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.

[*](29 Ies. 3, 10.)

v.4.p.79
“ ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον , καὶ ἔλεγον “ἀλλήλοις, λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον. καὶ ἤρ- “ξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέ- “ θανεν, θάνεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων, “ καλῶ, κύριε θεὲ πάτερ , ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι “ τί ποιοῦσιν.

οὕτω δὲ καταλιθοβολούντων αὐτὸν “ εἷς τῶν ἱερέων τῶν υἱόν Ῥηχὰβ υἱοῦ Ῥαχαβεὶμ τῶν “ μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου ἔκραζε “ λέγων , παύσασθε· τέ ποιεῖτε; εὔχεται ὑπὲρ ὑμῶν “ ὁ δίκαιος.

καὶ λαβών τις ἀπ’ αὐτῶν εἷς τῶν “γναφέων τὸ ξύλον, ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε “κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύ- “ρησεν. καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ “ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. ‘ μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγέ- “ νηται ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν. καὶ εὐθὺς Οὐε- “ σπασιανὸς πολιορκεῖ αὐτούς. ”

ταῦτα διὰ πλάτους συνῳδὰ τῷ Κλήμεντι καὶ ὁ Ἡγήσιππος. οὕτω δὲ ἄρα θαυμάσιός τις ἦν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἐπὶ δικαιοσύνῃ βεβόητο ὁ Ἰάκωβος ὡς καὶ τοὺς Ἰουδαίων ἔμφρονας δοξάζειν ταύτην εἶναι τὴν αἰτίαν τῆς παρα- χρῆμα μετὰ τὸ μαρτύριον αὐτοῦ πολιορκίας τῆς Ἱερουσαλὴμ, ἣν δι’ οὐδὲν ἕτερον αὐτοῖς συμβῆναι ἢ διὰ τὸ κατ’ αὐτοῦ τολμηθὲν ἄγος.

ἀμέλει γέ τοι καὶ ὁ Ἰώσηπος οὐκ ἀπώκνησε καὶ τοῦτ’ ἐγγράφως ἐπιμαρτύρασθαι δι’ ὧν φησι λέξεων “ ταῦτα δὲ συμβέβηκεν “Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου , ὃς ‘ ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα οἱ Ἰουδαῖοι ἀπέκτειναν.”