Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. Η. E. II, 28 –33] Τούτου δὲ Φῆστος ὑπὸ Νέρωνος διάδοχος πέμπεται, καθ’ ὃν δικαιολογησάμενος ὁ Παῦλος δέσμιος ἐπὶ Ῥώμης ἄγεται. Ἀρίσταρχος δ’ αὐτῷ συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτόν που τῶν ἐπιστολῶν ἀποκαλεῖ. καὶ Λουκᾶς δὲ, ὁ τᾶς πράξεις τῶν ἀποστόλων γραφῇ παραδοὺς, ἐν τούτοις κατέλυσε τὴν ἱστορίαν , διετίαν ὅλην ἐπὶ τῆς Ῥώμης τὸν Παῦλον ἄνετον διαστρῖψαι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμενος.

τότε μὲν οὖν ἀπολογησάμενον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν ἀπό στόλον 5 δεύτερον δ’ ἐπιβάντα τῇ αὐτῇ πόλει τῷ κατ’ αὐτὸν τελειωθῆναι μαρτυρίῳ. έν ᾡ δεσμοῖς ἐχόμενος τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν συντάττει ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένη [*](12 Act. 21, 38. 20 Col. 4, 10. 21 Act. 28, 30.)

v.4.p.75
ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν.

δέχου δὴ καὶ τούτων τἀς αὐτοῦ μαρτυρίας· “ ἐν τῇ πρώτῃ μου, φησὶν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον , μὴ αὐτοῖς λογισθείη), ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λἐοντος.’’