Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Nic. H. E. II, 16-17] Ὃν καὶ λόγος ἔχει κατὰ Κλαύδιον ἐπὶ τῆς ῾Ρώμης εἰς ὁμιλίαν ἐλθεῖν Πέτρῳ, τοῖς ἐκεῖσε τότε κηρύττοντι. καὶ οὐκ ἀπεικὸς ἂν εἴη τοῦτό γε, ἐπεὶ καὶ ὅ φαμεν αὐτῷ σύγγραμμα εἰς ὕστερον καὶ μετὰ χρόνους αὐτῷ πεπονημένον, σαφῶς τοὺς εἰσέτι νῦν καὶ εἰς ἡμᾶς πεφυλαγμένους τῆς ἐκκλησίας περιέχει κανόνας.

ἀλλὰ καὶ τὸν βίον τῶν παρ᾿ ἡμῖν ἀσκητῶν ὡς ἔνι μάλιστα ἀκριβέστατ ἱστορῶν γένοιτ᾿ ἂν ἔκδηλος οὐκ εἰδὼς μόνον, ἀλλὰ καὶ ἀποδεχόμενος, ἐκθειάζων τε καὶ σεμνύνων τοὺς [*]( 9 Peter. 1, 5, 13.)

v.4.p.65
κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων , ὡς ἔοικε, γεγονότας, ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας ἐθῶν.

πρῶτόν γέ τοι τὸ μηδὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν· ἐν οἷς ἱστορήσειν ἔμελλεν ἀπισχυρισάψενος, ἐν ᾧ ἐπέγραψε λόγῳ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησι τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως · ἤτοι γὰρ παρὰ τὸ τὰς ψυχὰς τῦν προσιόντων αὐτοῖς τῶν ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρὰς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα.

εἴτ’ οὑν ἐξ ἑαυτοῦ ταύτην αὐτοῖς ἐπιτέθειται τὴν προσηγορίαν, οἰκείως ἐπιγράψας τῷ τρόπῳ τῶν ἀνδρῶν τοὔνομα, εἴτε καὶ ὄντως τοῦτ’ αὐτοὺς ἐκάλουν κατ’ ἀρχὰς οἱ πρῶτοι, μηδαμῶς πω τῆς Χριστιανῶν προσρήσεως ἀνὰ πάντα τόπον ἐπιπεφημισμένης, οὔ τί πω διατείνεσθαι ἀναγκαῖον.

ὅμως δ’ οὖν ἐν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, φάσκων ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων, ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας, τῶν κατ’ ἐκεῖνο καιροῦ τοῦθ’ ὡς εἰκὸς ἐπιτελούντων ἐκθύμῳ καὶ θερμοτάτῃ πίστει, τὸν προφητικὸν ζηλοῦν ἀσκούντων βίον.

τοιγαροῦν κἀν ταῖς ὁμολογουμέναις τῶν ἀποστόλων Πράξεσιν ἐμφέρεται ὅτι δὴ πάντες οἱ τῶν ἀποστόλων γνώριμοι ὢ [*](8 Philo vol. 2. p. 471. 30 Act. 2, 45.)

v.4.p.66
τὰ κτήματα καὶ τὰς ὑπάρξεις διαπιπράσκοντες ἐμέριζον ἅπασι καθ’ ὃ ἄν τις χρείαν εἶχεν, ὡς μηδ’ εἶναί τινα ἐνδεῆ παρ΄ αὐτοῖς · ὅσοι γοῦν κτήτορες χωρίων ἣ οἰκιῶν ὑπῆρχον, ὡς ὁ λόγος φησὶ, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, ἐτίθεσάν τε παρὰ τοὺς πόδας τῶν ἀποστόλων , ὥστε διαδίδοσθαι ἑκάστῳ καθὸ ἄν τις χρείαν εἶχεν.

τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων ταῦτα περὶ αὐτῶν οὕτω “πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος· ἔδυ γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον. πλεονάζει δ’ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νομῶν , καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.

οἱ δὲ πανταχόθεν ἄριστοι, καθάπερ εἰς πατρίδα θεραπευτῶν , ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μάριας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.’

εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται , μηδὲν εἰσκομίζοντες , μὴ ποτὸν, μὴ σιτίον , μηδέ τι τόν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους, καὶ τἄλλα οἶς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦν- ται.’

καὶ μεθ’ ἕτερά φησι “ τὸ δ’ ἐξ ἑωθινοῦ “ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκη- [*](4 Act. 4, 34. 10 Phil. vol. 2. p. 474. 475.)

v.4.p.67
“ σις. ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι τὴν “πάτριον φιλοσοφοῦσι σοφίαν ἀλληγοροῦντες, ἐπειδὴ “σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκε- “κρυμμένης φύσεως, ἐν ὑπονοίαις δηλουμένης.

“ ἔστι δ’ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, “ οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι πολλὰ “ μνημεῖαδ τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, “ οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον.

ταῦτα μὲν ἔοικεν εἰρῆσθαι τῷ ἀνδρὶ, τὰς ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς. τάχα δ’ εἰκὸς, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, τά τε εὐαγγέλια καὶ τὰς τῶν ἀποστόλων γραφὰς , διηγήσεις τέ τινας κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἐρμηνευγικὰς, ὁποίας ἥ τε πρὸς Ἑβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαὶ, ταῦτ’ εἷναι.

εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει “ ὥστ’ οὐ θεωροῦσι μόνον, “ ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ῥυθμοῖς σεμνο- ‘τέροις ἀναγκαίως χαράσσοντες.’’

πολλὰ μὲν οὖν καὶ ἄλλα, περὶ ὧν ὁ λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται.

εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κἂν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον,

εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. γράφει γὰρ ὧδε “ ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον [*](18 Philo vol. 2. p. 476.)

v.4.p.68
“ προκαταβαλλόμενοι τῇ ψυχῇ τἀς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς σιτίον δὲ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν “ προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλο- “ σοφεῖν φωτὸς ἄξιον κρίνουσιν εἶναι, σκότους δὲ τὰς “ τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέρας, ταῖς δὲ ‘νυκτὸς βραχύ τι μέρος ἀπένειμαν.

ἔνιοι δὲ καὶ “ διὰ τριῶν ἡμερῶν ὑπομιμνήσκονται τροφῆς, οἶς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται, τινὲς δ’ οὕτως “ ἐνευφραίνονται καὶ τρυφῶσιν , ὑπὸ σοφίας ἑστιώ- “ μένοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγού- “ σῆς , ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν , καὶ ‘ μόγις δι’ ἒξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναν- τιρρήτους περὶ τῶν καθ’ ἡμᾶς ὑπάρχειν ἡγούμεθα λέξεις

εἰ δ‘ ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὗτος ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν , ἃς οὐ παρά τισιν, ἢ μόνῃ τῇ τῶν Χριστιανῶν εὑρεῖν ἔστι κατὰ τὸ εὐαγγέλιον θρησκείᾳ.

φησὶ γὰρ δὴ τοῖς περὶ ὧν ὁ λόγος καὶ γυναῖκας συνεῖναι, ὧν αἶ πλεῖσται γηραλέαι τυγχάνουσι παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, φυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην , διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ τὸ σῶμα ἡδονῶν ἠλόγησαν , οὐ θνητῶν ἐκγόνων, ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή.

εἶθ’ ὑποκαταβὰς ἐμφαντικώτερον ἐκτίθεται καὶ ταῦτα “ αἱ δ’ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται αὐτοῖς “δι΄ δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις. ἅπασα γὰρ ἡ νομο [*](19 Philo vol. 2. p. 482. 20 Ibid. p. 483.)

v.4.p.69
“θεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ , καὶ ‘σῦμα μὲν ἔχειν τὰς ῥητὰς λέξεις, ψυχὴν δὲ τ·ὸν ἐνα- ‘ ποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ὃν ἤρξατο “ διαφερόντως ἡ θρησκεία αὕτη θεωρεῖν, ὡς διὰ κατό- “ πτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαι- “νόμενα κατιδοῦσα.