Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 14-27. Eus. infi a IV, 21] Ἀλλὰ γὰρ τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς πάντας ἀνθρώπους ἤδη διαδεδομένης πίστεως ὁ τῆς ἀνθρώπων πολέμιος σωτηρίας, τὴν βασιλεύουσαν προαρπάσασθαι πόλιν μηχανώμενος, ἐνταῦθα Σίμωνα τὸν πρόσθεν δεδηλωμένον ἄγει, καὶ δὴ ταῖς ἐντέχνοις τἀνδρὸς συναιρόμενος γοητείαις πλείους τῶν τὴν Ῥώμην οἰκούντων ἐπὶ τὴν πλάνην σφετερίζεται.

δηλοῖ δὲ τοῦτο μετ’ οὐ πολὺ τῶν ἀποστόλων ἐν τῷ καθ’ ἡμὰς διαπρέψας λόγῳ Ἰουστῖνος, περὶ οὗ τὰ προσήκοντα κατὰ καιρὸν παραθήσομαι. καί μοι λαβὼν ἀνάγνωθι τοῦδε τὴν γραφὴν, ἣν ἐν τῇ προτέρᾳ πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ὧδέ φησιν

“ καὶ ‘’μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλ- “λοντο οἱ δαίμονες ἀνθρώπους τινὰς, λέγοντας ἐαυ- “τοῦς εἶναι θεοὺς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ’ “ ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν· Σίμωνα μέν “ τινα Σαμαρέα τὸν ἀπὸ κώμης λεγομένης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων “ δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐπὶ τῇ ‘πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη, καὶ [*](19 lustin. Apol. I. c. 26.)

v.4.p.61
“ἀνδριάντι παρ’ ὑμῖν ὡς θεὸς τετίμηται , ἐν τῷ Τι- “ βέρει ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων Ῥω “ μαϊκὴν ἐπιγραφὴν ταύτην· SIMONI DEO SANCTO, ” ὅπερ ἐστὶ Σίμωνι θεῷ ἁγίῳ.

“ καὶ σχεδὸν μὲν “πάντες Σαμαρεῖς , ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνε- “ σιν, ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες “προσκυνοῦσι. καὶ Ἑλένην τινὰ, τὴν συμπερινο- “ στήσασαν αὐτῷ κατ’ ἐκεῖνο καιροῦ, πρότερον ἐπὶ “τέγους σταθεῖσαν ἐν Τυρῷ τῆς Φοινίκης , τὴν ἀπ’ αὐτοῦ πρώτην ἔννοιαν λἐγουσιν.’’

ταῦτα μὲν οὗτος. συνᾴδει δ’ αὐτῷ καὶ ὁ Εἰρήναιος , ἐν πρώτῳ τῶν πρὸς τὰς αἱρέσεις ὁμοῦ τὰ περὶ τὸν ἄνδρα καὶ τὴν ἀνοσίαν καὶ μιαρὰν αὐτοῦ διδασκαλίαν ὑπογράφων, ἣν ἐπὶ τοῦ παρόντος περιττὸν ἂν εἴη καταλέγειν, παρὸν τοῖς βουλομένοις καὶ τῶν μετ’ αὐτὸν κατὰ μέρος αἱρεσιαρχῶν τὰς ἀρχὰς καὶ τοὺς βίους καὶ τῶν ψευδῶν δογμάτων τὰς ὑποθέσεις τά τε πᾶσιν αὐτοῖς ἐπιτετηδευμένα διαγνῶναι, οὐ κατὰ πάρεργον τῇ δεδηλωμένῃ τοῦ Εἰρηναίου παραδεδομένα βίβλῳ.

πάσης μὲν οὖν ἀρχηγὸν αἱρέσεως πρῶτον γενέσθαι τὸν Σίμωνα παρειλήφαμεν , ἐξ οὑ καὶ εἰς δεῦρο οἱ τὴν κατ’ αὐτὸν μετιόντες αἵρεσιν, τὴν σώφρονα καὶ διὰ καθαρότητα βίου παρὰ τοῖς πᾶσι βεβοημένην Χριστιανῶν φιλοσοφίαν ὑποκρινόμενοι, ἧς μὲν ἔδοξαν ἀπαλλάττεσθαι περὶ τὰ εἴδωλα δεισιδαιμονίας οὐδὲν ἧττον αὖθις ἐπιλαμβάνονται, καταπίπτοντες ἐπὶ γραφὰς καὶ εἰκόνας αὐτοῦ τε τοῦ Σίμωνος καὶ τῆς σὺν αὐτῷ δηλωθείσης Ἑλένης, θυμιάμασί τε καὶ θυσίαις καὶ σπονδαῖς τούτους θρησκεύειν ἐγχειροῦντες.

τὰ δὲ τούτων αὐτοῖς ἀπορρητότερα, ὧν φασι τὸν πρῶτον ὢ [*](11 Iren. 1, 23. p. 98.)

v.4.p.62
ἐπακούσαντα ἐκπλαγήσεσθαι, καὶ κατά τι παρ’ αὐτοῖς λόγιον ἔγγραφον θαμβωθήσεσθαι, θάμβους ὡς ἀληθῶς καὶ φρενῶν ἐκστάσεως καὶ μανίας ἔμπλεα τυγχάνει, τοιαῦτα ὄντα, ὡς μὴ μόνον μὴ δυνατὰ εἶναι παραδοθῆναι γραφῆ̣, ἀλλ’ οὐδὲ χείλεσιν αὐτὸ μόνον δι’ ὑπερβολὴν αἰσχρουργίας τε καὶ ἀρρητοποιίας ἀνδράσι σώφροσι λαληθῆναι.

ὅ τι ποτὲ γὰρ ἂν εἴη ἢ ἐπινοηθείη παντὸς αἰσχροῦ μιαρώτερον, τοῦτο πᾶν ὑπερηκόντισεν ἡ τῶνδε μυσαρωτάτη αἵρεσις, ταῖς ἀθλίαις καὶ παντοίων ὡς ἀληθῶς κακῶν σεσωρευμέναις γυναιξὶν ἐγκαταπαιζόντων.