Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. ΙΙ, 11] “Ἐπὶ τούτοις δὲ καὶ τὸν ‘μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθ’ ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου διένειμε τοῖς “ ἀπορουμένοις.’’
σύμφωνα δ’ ἂν εὕροις καὶ ταῦτα τῇ τῶν Πραξέων τῶν ἀποστόλων γραφῇ, περιεχούσῃ [*](3 Act. 5, 36. 11 loseph. A. I. XX, 5, 1. 24 loseph. A. I. XX, 5, 2. 29 Act. 11, 29.)
v.4.p.60
ὡς ἄρα τῶν κατὰ τὴν Ἀντιόχειαν μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος εἰς διακονίαν ἀποστεῖλαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ · ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσ βυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Παύλου.τῆς γέ τοι Ἑλένης, ἧς δὴ καὶ ὁ συγγραφεὺς ἐποιήσατο μνήμην, εἰσ’ έτι νῦν στῆλαι διαφανεῖς ἐν προαστείοις δείκνυνται τῆς νῦν Αἰλίας. τοῦ δὲ Ἀδιαβηνῶν ἔθνους αὕτη βασιλεῦσαι ε΄λέγετο.