Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον “ ἐκομίσθη, καὶ διῆξε λόγος εἰς πάντας , ὡς ἔχοι τοῦ “τεθνάναι παντάπασι μετ’ ὀλίγον. ἡ πληθὺς δ’ αὐ- “ τίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκον καθεσθεῖσα ‘ τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευον ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς τε πάντ’ ἦν ἀνάπλεα καὶ θρήνων. ‘·ἐν ὑψηλῷ δ’ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας ἄδα “ κρυς οὐδ’ αὐτὸς ἔμενεν.

συνεχῶς δ’ ἐφ’ ἡμέρας “ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον “ κατέστρεψεν , ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος “ καὶ τέταρτον, τῆς δὲ βασιλείας ἕβδομον. τέσσαρας “ μὲν οὖν ἐπὶ Γαίου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς, “ τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ ‘τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφὼς, τρεῖς δ’ “ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας.’

ταῦτα τὸν Ἰώσηπον μετὰ τῶν ἄλλων ταῖς θείαις συναληθεύοντα γραφαῖς ἀποθαυμάζω. εἰ δὲ περὶ τὴν τοῦ βασιλέως προσηγορίαν δόξειέ τισι διαφωνεῖν, ἀλλ’ ὅ γε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεί- κνυσιν, ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου

v.4.p.59
τοῦ ὀνόματος, ἢ καὶ διωνυμίας περὶ τὸν αὐτὸν , οἷα καὶ περὶ πολλοὺς, γεγενημένης.