Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 1—6] Πρῶτος τοιγαροῦν εἰς τὴν ἀποστολὴν ἀντὶ τοῦ προδότου Ἰούδα κληροῦται Ματθίας, εἷς καὶ αὐτὸς, ὡς δεδήλωται, τῶν τοῦ κυρίου γενόμενος μαθητῶν. καθίστανται δὲ δι᾿ εὐχῆς καὶ χειρῶν ἐπιθέσεως τῶν ἀποστόλων εἰς διακονίαν, ὑπηρεσίας ἕνεκα τοῦ κοινοῦ, ἄνδρες δεδοκιμασμένοι τὸν ἀριθμὸν ἑπτὰ οἱ ἀμφὶ τὸν Στέφανον, ὃς καὶ πρῶτος μετὰ τὸν κύριον, ἅμα τῇ χειροτονίᾳ, ὥσπερ εἰς αὐτὸ τοῦτο προαχθεὶς, λίθοις εἰς θάνατον πρὸς τῶν κυριοκτόνων βάλλεται, καὶ ταύτῃ πρῶτος τὸν αὐτῷ φερώ-

v.4.p.45
νυμον τῶν ἀξιονίκων τοῦ Χριστοῦ μαρτύρων άποφέρεται στέφανον.

τότε δῆτα καὶ Ἰάκωβον, τὸν τοῦ κυρίου λεγόμενον ἀδελφὸν ὅτι δὴ καὶ οὗτος τοῦ Ἰωσὴφ ὠνόμαστο παῖς· τοῦ δὲ Χριστοῦ πατὴρ , ὁ Ἰωσὴφ , ᾧ μνηστευθεῖσα ἡ παρθένος , πρὶν ἢ συνελθεῖν αὐτοὺς, ηὕρητο ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου , ὡς ἡ ἱερὰ τῶν εὐαγγελίων διδάσκει γραφή), τοῦτον δὴ τὸν Ἰάκωβον, ὃν καὶ δίκαιον ἐπίκλην οἱ πάλαι δι’ ἀρετῆς ἐκάλουν προτερήματα, πρῶτον ἱστοροῦσι τῆς ἐν Ἰεροσολύμοις ἐκκλησίας τὸν τῆς ἐπισκοπῆς ἐγχειρισθῆναι θρόνον.