Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἠφάνιστο μὲν δὴ καθ’ ὅν δεδήλωται τρόπον πᾶν τὸ τῶν θεομισῶν γένος, καὶ τῆς ἀνθρώπων ἀθρόως ὄψεως οὕτως ἐξαλήλειπτο ὡς πάλιν ῥῆμα θεῖον τέλος ἔχειν τὸ λέγον “εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὑρέθη·”

ἡμέρα δὲ λοιπὸν ἤδη φαιδρὰ καὶ διαυγὴς, μηδενὸς νέφους αὐτὴν ἐπισκιάζοντος, φωτὸς οὐρανίου βολαῖς ἀνὰ τὴν οἰκουμένην ἅπασαν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ κατηύγαζεν, οὐδέ τις ἦν καὶ τοῖς ἔξωθεν τοῦ καθ’ ἡμᾶς θιάσου φθόνος, συναπολαύειν εἰ μὴ τῶν ἴσ’ ὢν, ἀπορροῆς δ’ οὖν ὅμως καὶ μετουσίας τῶν θεόθεν ἡμῖν πρυτανευθέντων.