Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. I, 11] Ἐπειδὴ δὲ τὴν περὶ τοῦ Χριστοῦ γενεαλογίαν διαφόρως ἡμῖν ὅ τε Ματθαῖος καὶ ὁ Λουκᾶς εὐαγγελιζόμενοι παραδεδώκασι, διαφωνεῖν τε νομίζονται τοῖς πολλοῖς, τῶν τε πιστῶν ἕκαστος ἀγνοίᾳ τἀληθοῦς εὑρησιλογεῖν εἰς τοὺς τόπος πεφιλοτίμηται, φέρε καὶ τὴν περὶ τούτων κατελθοῦσαν εἰς ἡμᾶς ἱστορίαν παραθώμεθα, ἣν δι’ ἐπιστολῆς Ἀριστείδῃ γράφων περὶ συμφωνίας τῆς ἐν τοῖς εὐαγγελίοις γενεαλογίας ὁ μικρῷ πρόσθεν ἡμῖν δηλωθεὶς Ἀφρικανὸς ἐμνημόνευσε,
τὰς μὲν τῶν λοιπῶν δόξας ὡσὰν βιαίους καὶ διεψευσμένας ἀπελέγξας, ἣν δ’ αὐτὸς παρείληφεν ἱστορίαν, τούτοις αὐτοῖς ἐκτιθέμενος τοῖς ῥήμασιν “ἐπειδὴ γὰρ τὰ ὀνόματα [*](7 Daniel. 9, 26. 10 ἐν ἑτέροις] Dem. Evang. VIII. p. 381. 29 ἐπειδὴ — διηγήσομαι (p. 25, 22)] Idem excerptum apud Eusebium in Quaestionibus ad Stephanum, in Maii Script. Vet. Nov. Collect. vol. 1. p. 22.)
ἐπεὶ οὖν οἱ τῇ γενεα- “λογίᾳ ταύτῃ ἐμφερόμενοι οἱ μὲν διεδέξαντο παῖς πα- “τέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέ- “ροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ “μνήμη, καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεν- “νηκότων.
οὕτως οὐδέτερον τῶν εὐαγγελίων ψεύδε- “ται, καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ “ἀλλήλοις τὰ γένη, τό τε ἀπὸ τοῦ Σολομῶνος καὶ τὸ “ἀπὸ τοῦ Νάθαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερο- “γαμίαις καὶ ἀναστάσει σπερμάτων, ὡς δικαίως τοὺς “αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι, τῶν μὲν δοκούν- “των πατέρων, τῶν δὲ ὑπαρχόντων· ὡς ἀμφοτέρας “τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ “πολυπλόκως μὲν, ἀλλ᾿ ἀκριβῶς κατελθεῖν.
ἵνα “δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν “διηγήσομαι. ἀπὸ τοῦ Δαβὶδ διὰ Σολομῶνος τὰς γε- “νεὰς καταριθμουμένοις τρίτος ἀπὸ τέλους εὑρίσκεται “Ματθὰν, ὃς ἐγέννησε τὸν Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν “πατέρα· ἀπὸ δὲ Νάθαν τοῦ Δαβὶδ κατὰ Λουκᾶν “ὁμοίως τρίτος ἀπὸ τέλους Μελχὶ, οὗ υἱὸς ὁ Ἡλὶ ὁ “τοῦ Ἰωσὴφ πατήρ· Ἰωσὴφ γὰρ υἱὸς Ἡλὶ τοῦ Μελχί. “
σκοποῦ τοίνυν ἡμῖν κειμένου τοῦ Ἰωσὴφ ἀποδει- “κτέον πῶς ἑκάτερος αὐτοῦ πατὴρ ἱστορεῖται, ὅ τε “Ἰακὼβ ὁ ἀπὸ Σολομῶνος καὶ Ἡλὶ ὁ ἀπὸ τοῦ Νάθαν [*](23 Matth. 1, 15. 25 Luc. 3, 23.)
καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχὶ ἐν μέρει “τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα ὁμομητρίους ἀδελ- “φοὺς ἐπαιδοποιήσαντο, τοῦ νόμον μὴ κωλύοντος “χηρεύουσαν ἤτοι ἀπολελυμένην ἢ καὶ τελευτήσαντος “τοῦ ἀνδρὸς ἄλλῳ γαμεῖσθαι.
ἐκ δὲ τῆς Ἐσθᾶ “(τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται) “πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατά- “γων τὸν Ἰακὼβ γεννᾷ· καὶ τελευτήσαντος τοῦ Ματ- “θὰν Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀναφερό- “μενος χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου “δὲ γένους ὢν, ὡς προεῖπον, ἀγαγόμενος αὐτὴν ἔσχεν “υἱὸν τὸν Ἡλί.
οὕτω δὴ διαφόρων δύο γενῶν εὑρή- “σομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ὁμομητρίους ἀδελ- “φοὺς, ὧν ὁ ἓτερος Ἰακὼβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἡλὶ, τὴν γυναῖκα παραλαβὼν ἐγέν- “νησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν “ἑαυτῷ καὶ κατὰ λόγον· διὸ καὶ γέγραπται ῾Ἰακὼβ “δὲ ἐγέννησε τὸν Ἰωσήφ,’ κατὰ νόμον δὲ τοῦ Ἡλὶ “υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν ἀνέστησ᾿ “σπέρμα.
διόπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ᾿ “αὐτὸν γενεαλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστης “ἐξαριθμούμενος ῾Ἰακὼβ δὲ᾿ φησίν ῾ ἐγέννησε τὸν “Ἰωσήφ·’ ὁ δὲ Λουκᾶς ἀνάπαλιν ῾ὃς ἦν υἱὸς , ὡς “ἐνομίζετο (καὶ γὰρ τοῦτο προστίθησι) τοῦ Ἰωσὴφ “τοῦ Ἡλὶ τοῦ Μελχί·᾿ τὴν γὰρ κατὰ νόμον γένεσιν “ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν. καὶ τὸ “ἐγέννησεν” [*](21 Matth. 1, 16. 27 Luc. 3, 1.)
οὐδὲ μὴν ἀναπόδεικτον ἢ ἐσχε- “διασμένον ἐστὶ τοῦτο· τοῦ γοῦν σωτῆρος οἱ κατὰ “σάρκα συγγενεῖς, εἴτ᾿ οὖν φανητιῶντες εἴθ᾿ ἁπλῶς “ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύοντες, παρέδοσαν “καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λῃσταὶ Ἀσκάλωνι πόλει τῆς “Παλαιστίνης ἐπελθόντες ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ “πρὸς τοῖς τείχεσιν ἵδρυτο, Ἀντίπατρον Ἡρώδου τινὸς “ἱεροδούλου παῖδα πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλω- “τον ἀπῆγον, τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ καταθέσθαι “μὴ δύνασθαι τὸν ἱερέα ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδου- “μαίων ἔθεσιν ἐντραφεὶς ὕστερον Ὑρκανῷ φιλοῦται “τῷ τῆς Ἰουδαίας ἀρχιερεῖ.