Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

εἰ γὰρ μηδεὶς ἐπιτρέποι λόγος τὴν ἀγέννητον καὶ ἄτρεπτον οὐσίαν θεοῦ τοῦ παντοκράτορος εἰς ἀνδρὸς εἶδος μεταβάλ- λειν , μηδ’ αὖ γεννητοῦ μηδενὸς φαντασίᾳ τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατᾶν, μηδὲ μὴν ψευδῶς τὰ τοιαῦτα πλάττεσθαι τὴν γραφὴν, θεὸς καὶ κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν καὶ ποιῶν κρίσιν ἐν ἀνθρώπου [*](3 Ps. 32 (33), 9. 18 Gen. 18, 1. 23 Gen. 18, 25.)

v.4.p.6
ὁρώμενος σχήματι, τίς ἂν ἕτερος ἀναγορεύοιτο, εἰ μὴ φάναι θέμις τὸ πρῶτον τῶν ὅλων αἴτιον , ἢ μόνος ὁ προὼν αὐτοῦ λόγος; περὶ οὗ καὶ ἐν ψαλμοῖς ἀνείρηται “ ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.”

τοῦτον δεύτερον μετὰ τὸν πατέρα κύριον σαφέστατα Μωυσῆς ἀναγορεύει λέγων “ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου.” τοῦτον καὶ τῷ Ἰακὼβ αὖθις ἐν ἀνδρὸς φανέντα σχήματι θεὸν ἡ θεία προσαγορεύει γραφὴ , φάσκοντα τῷ Ἰακὼβ “ οὺκέτι κληθήσεται τὸ ὂνομά σου Ἰακὼβ ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ. ὅτε καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ , λέγων “ εἶδον γὰρ τὸν θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου.’’

καὶ μὴν οὐδ’ ὑποβεβηκότων ἀγγέλων καὶ λειτουργῶν θεοῦ τὰς ἀναγραφείσας θεοφανείας ὑπονοεῖν θέμις, ἐπεὶ καὶ τούτων ὅταν τις ἀνθρώποις παραφαίνηται, οὐκ ἐπικρύπτεται ἡ γραφὴ, ὀνομαστὶ οὐ θεὸν, οὐδὲ μὴν κύριον, ἀλλ’ ἀγγέλους χρηματίσαι λέγουσα, ὡς διὰ μυρίων μαρτυριῶν πιστώσασθαι ῥᾴδιον.

τοῦτον καὶ ὁ Μωυσέως διάδοχος Ἰησοῦς ὡσὰν τῶν οὐρανίων ἀγγέλων καὶ ἀρχαγγέλων τῶν τε ὑπερκοσμίων δυνάμεων ἡγούμενον, καὶ ὡσανεὶ τοῦ πατρὸς ὓπαρχον, 5 τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας τε καὶ ἀρχῆς ἐμπεπιστευμένον, ἀρχιστράτηγον δυνάμεως κυρίου ὀνομάζει, οὐκ ἄλλως αὐτὸν ἢ αὖθις ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι θεωρήσας.

γέγραπται γοῦν “ καὶ ἐγενήθη, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ [*](4 Ps. 106 (107), 20. 7 Gen. 19, 24. 11 Gen. 32, 28. 14 Gen. 32, 30. 29 los. 5, 13.)

v.4.p.7
ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν Γῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ εἶπεν ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, τόπος ἅγιός ἐστιν.

ἔνθα καὶ ἐπιστήσεις ἀπὸ τῶν αὐτῶν ῥημάτων ὅτι μὴ ἕτερος οὗτος εἴη τοῦ καὶ Μωυσεῖ κεχρηματικότος, ὅτι δὴ αὐτοῖς ῥήμασι καὶ ἐπὶ τῷδέ φησιν ἡ γραφή “ὡς δὲ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων , Μωυσῆ Μωυσῆ· ὁ δὲ εἶπε τί ἐστι; καὶ εἶπε, μὴ έγγίσῃς ὡδε· λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας ἐπ’ αὐτοῦ, γῆ ἁγία ἐστί. καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ.”

κὼ ὅτι γέ ἐστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα, ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν ἁπάντων δημιουργίαν ὑπηρετησαμένη, λόγος θεοῦ καὶ σοφία χρηματίζουσα, πρὸς ταῖς τεθειμέναις ἀποδείξεσιν ἔτι καἲ αὐτῆς ἐξ ἰδίου προσώπου τῆς σοφίας ἐπακοῦσαι πάρεστι, διὰ Σθλομῶνος λευκότατα ὧδέ πως τὰ περὶ ἑαυτῆς μυσταγωγούσης ‘ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν , καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην · δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι [*](13 Exod. 3, 4. 26 Prov. 8, 12.)

v.4.p.8
γῆς. ”

οἷς ἐπιλέγει “κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ , πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ποροελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαξε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ , καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἥμην παρ’ αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην ”

ὅτι μὲν οὖν προῆν, καὶ τισὶν εἰ καὶ μὴ τοῖς πᾶσιν ὁ θεῖος λόγος ἐπεφαίνετο , ταῦθ’ ἡμῖν ὡς ἐν βραχέσιν εἰρησθω.

Τί δὴ οὑν οὐχὶ καθάπερ τανῦν , καὶ πάλαι πρότερον εἰς πάντας ἀνθρώπους καὶ πᾶσιν ἔθνεσιν ἐκηρύττετο, ὧδε ἂν γένοιτο πρόδηλον. οὐκ ἦν ’π’ χωρεῖν οἶός τε τὴν τοῦ Χριστοῦ πάνσοφον καὶ πάνα ρετον διδασκαλίαν ὁ πάλαι τῶν ἄνθρωπον βίος.

εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ μετὰ τὴν πρώτην ἐν μακαρίοις ζωὴν ὁ πρῶτος ἄνθρωπος , ἧττον τῆς θείας ἐντολῆς φροντίσας, εἰς τουτονὶ τὸν θνητὸν καὶ ἐπίκηρον βίον καταπέπτωκε, καὶ τὴν ἐπάρατον ταυτηνὶ γῆν τῆς πάλαι ἐνθέου τρυφῆς ἀντικατηλλάξατο, οἵ τε ἀπὸ τούτου τὴν καθ’ ἡμὰς σύμπασαν πληρώσαντες, πολὺ χείρους ἀναφανέντες ἐκτὸς ἑνός που καὶ δευτέρου, θηριώδη τινὰ τρόπον καὶ βίον ἀβίωτον ἐπανῄρηντο·

ἀλλὰ καὶ οὔτε πόλιν οὔτε πολιτείαν, οὐ τέχνας, οὐκ ἐπιστήμας ἐπὶ νοῦν ἐβάλλοντο, νόμων τε καὶ δικαιωμάτων καὶ προσέτι ἀρετῆς καὶ φιλοσοφίας οὐδὲ ὀνόματος μετεῖχον, νομάδες δὲ ἐπ’ ἐρημίαις οἶά τινες ἄγριοι καὶ ἀπηνεῖς διῆγον, τοὺς μὲν ἐκ φύσεως προσήκοντας λογισμοὺς, τά τε λογικὰ καὶ ἥμερα τῆς

v.4.p.9
ἀνθρώπων ψυχῆς σπέρματα αὐτοπροαιρέτου κακίας ὑπερβολῇ διαφθείροντες, ἀνοσιουργίαις δὲ πάσαις ὅλους σφᾶς ἐκδεδωκότες, ὡς τοτὲ μὲν ἀνθρωποβορεῖν, τοτὲ δὲ ἀλληλοκτονεῖν, ἄλλοτε δὲ ἀνθρωποβορεῖν, θεομαχίας τε καὶ τὰς παρὰ τοῖς πᾶσι βοωμένας γιγαντομαχίας ἐπιτολμᾶν, καὶ γῆν μὲν ἐπιτειχίζειν οὐρανῷ διανοεῖσθαι, μανίᾳ δὲ φρονήματος ἐκτόπου αὐτὸν τὸν ἐπὶ πάντων θεὸν πολεμεῖν παρασκευάζεσθαι.

ἐφ’ οἷς τοῦτον ἑαυτοὺς ἄγουσι τὸν τρόπον κατακλυσμοῖς αὐτοὺς καὶ πυρπολήσεσιν ὥσπερ ἀγρίαν ὕλην κατὰ πάσης τῆς γῆς κεχυμένην θεὸς ὁ πάντων ἔφορος μετῄει, λιμοῖς τε συνεχέσι καὶ λοιμοῖς, πολέμοις τε αὖ καὶ κεραυνόν βολαῖς ἄνωθεν αὐτοὺς υπετέμνετο, ὥσπερ τινὰ δεινὴν καὶ χαλεπωτάτην νόσον ψυχῶν πικροτέροις ἀνέχων τοῖς κολαστηρίοις.

τότε μὲν οὖν, ὅτε δὴ πολὺς ἦν ἐπικεχυμένος ὀλίγου δεῖν κατὰ πάντων ὁ τῆς κακίας κόρος, οἶα μέθης δεινῆς τὰς ἁπάντων σχεδὸν ἀνθρώπων ἐπισκιαζούσης καὶ ἐπισκοτούσης ψυχὰς , ἡ πρωτόγονος καὶ πρωτόκτιστος τοῦ θεοῦ σοφία καὶ αὐτὸς ὁ προὼν λόγος φιλανθρωπίας ὑπερβολῇ τοτὲ μὲν δι’ ὀπτασίας ἀγγέλων τοῖς ὑποβεβηκόσι , τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ οἶα θεοῦ δύναμις σωτήριος ἐνί που καὶ δευτέρῳ τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς, ὅτι μηδ’ ἑτέρως ἦν δυνατὸν, αὐτοῖς ὑπεφαίνετο.

ὡς δ’ ἤδη διὰ τούτων τὰ θεοσεβείας σπέρματα εἰς πλῆθος ἀνδρῶν καταβέβλητο, ὅλον τε τὸ ἔθνος ἐπὶ τῇ θεοσεβείᾳ προσανέχον ἀνέκαθεν ἐξ Ἑβραίων ὑπέστη τοῦτο, τούτοις μὲν ὡσανεὶ πλήθεσιν ἔτι ταῖς παλαιαῖς ἀγωγαῖς ἐκδεδιῃτημένοις διὰ τοῦ προφήτου Μωυσέως εἰκόνας καὶ σύμβολα σαββάτου τινὸς μυστι- κοῦ καὶ περιτομῆς , ἑτέρων τε νοητῶν θεωρημάτων

v.4.p.10
εἰσαγωγὰς , ἀλλ’ οὐκ αὐτὰς ἐναργεῖς παρεδίδου τὰς μυσταγωγίας.

ὡς δὲ τῆς παρὰ τούτοις νομοθεσίας βοωμένης, καὶ πνοῆς δίκην εὐώδους εἰς ἅπαντας ἀνθρώπους διαδιδομένης , ἤδη τότε ἐξ αὐτῶν καὶ τοῖς πλείοσι τῶν ἐθνῶν διὰ τῶν πανταχόσε νομοθετῶν τε καὶ φιλοσόφων ἡμέρωτο τὰ φρονήματα, τῆς ἀγρίας καὶ ἀπηνοῦς θηριωδίας ἐπὶ τὸ πρᾶον μεταβεβλημένης, ὡς καὶ εἰρήνην βαθεῖαν φιλίας τε καὶ ἐπιμιξίας πρὸς ἀλλήλους ἔχειν, τηνικαῦτα πᾶσι δὴ λοιπὸν ἀνθρώποις καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἔθνεσιν, ὡσὰν προωφελημένοις καὶ ἤδη τυγχάνουσιν ἐπιτηδείοις πρὸς παραδοχὴν τῆς τοῦ πατρὸς γνώσεως, ὁ αὐτὸς δὴ πάλιν ἐκεῖνος ὁ τῶν ἀρρήτων διδάσκαλος , ὁ ἐν πᾶσιν ἀγαθοῖς τοῦ πατρὸς ὑπουργὸς , ὁ θεῖος καὶ οὐράνιος τοῦ θεοῦ λόγος , δι’ ἀνθρώπου κατὰ μηδὲν σώματος οὐσίᾳ τὴν ἡμετέραν φύσιν διαλλάττοντος, ἀρχομένης τῆς Ῥωμαίων βασιλείας ἐπιφανεὶς, τοιαῦτα ἔδρασέ τε καὶ ἔπαθεν, οἷα ταῖς προφητείαις ἀκόλουθα ἦν , ἄνθρωπον ὁμοῦ καὶ θεὸν ἐπιδημήσειν τῷ βίῳ παρασόξων ἔργων ποιητὴν, καὶ τοῖς πᾶσιν ἔθνεσι διδάσκαλον τῆς τοῦ πατρὸς εὐσεβείας ἀναδειχθήσεσθαι, τό τε παράδοξον αὐτοῦ τῆς γενέσεως καὶ τὴν καινὴν διδασκαλίαν καὶ τῶν ἔργων τὰ θαυμάσια, ἐπί τε τούτοις τοῦ θανάτου τὸν τρόπον, τήν τε ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν ἐπὶ πᾶσιν εἰς οὐρανοὺς ἔνθεον ἀποκατάστασιν αὐτοῦ προκηρυττούσαις.

τὴν γοῦν ἐπὶ τέλει βασιλείαν αὐτοῦ Δανιὴλ ὁ προφήτης συνορῶν θείῳ πνεύματι ὧδέ πως ἐθεοφορεῖτο , άνθρωπινώτερον τὴν θεοπτίαν ὑπογράφων. “ γάρ’ φησὶν “ ἴως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς [*](29 Dan. 7, 9.)

v.4.p.11
ἡμερῶν ἐκάθητο. καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς , οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῲχθησαν.”

καὶ ἐξῆς “ ἐθεώωωρουν” φησὶ “ καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἴως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη · καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος) ἥτις οὐ παρελεύσεται. καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ”

ταῦτα δὲ σαφῶς οὐκ ἐφ’ ἕτερον, ἀλλ’ ἐπὶ τὸν ἡμέτερον σωτῆρα, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸν λόγον ἀναφέροιτο ἂν, υἱὸν ἀνθρώπου διὰ τὴν ὑστάτην ἐνανθρώπησιν αὐτοῦ χρηματίζοντα.

ἀλλὰ γὰρ ἐν οἰκείοις ὑπομνήμασι τὰς περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητικὰς ἐκλογὰς συναγαγόντες, ἀποδεικτικώτερόν τε τὰ περὶ αὐτοῦ δηλούμενα ἐν ἑτέροις συστήσαντες, τοῖς εἰρημένοις ἐπὶ τοῦ παρόντος ἀρκεσθησόμεθα.