Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Διττοῦ δὲ ὄντος τοῦ κατ᾿ αὐτὸν τρόπου, καὶ τοῦ μὲν σώματος ἐοικότος κεφαλῇ, ᾗ θεὸς ἐπινοεῖται, τοῦ δὲ ποσὶ παραβαλλομένου, ᾗ τὸν ἐν ἡμῖν ἄνθρωπον ὁμοιοπαθῆ τῆς ἡμῶν αὐτῶν ἕνεκεν ὑπέδυ σωτηρίας, γένοιτ᾿ ἂν ἡμῖν ἐντεῦθεν ἐντελὴς ἡ τῶν ἀκολούθων ὑπόθεσις, εἰ τῆς κατ᾿ αὐτὸν ἱστορίας ἁπάσης ἀπὸ τῶν κεφαλαιωδεστάτων καὶ κυριωτάτων τοῦ λόγου τὴν ὑφήγησιν ποιησαίμεθα. ταύτῃ δὲ ἤδη καὶ τῆς Χριστιανῶν ἀρχαιότητος τὸ παλαιὸν ὁμοῦ καὶ θεοπρεπὲς τοῖς νέαν αὐτὴν καὶ ἐκτετοπισμένην, χθὲς καὶ οὐ πρότερον φανεῖσαν ὑπολαμβάνουσιν ἀναδειχθήσεται.

Γένους μὲν οὖν καὶ ἀξίας, αὐτῆς τε οὐσίας τῆς τοῦ Χριστοῦ καὶ φύσεως οὔτις ἂν εἰς ἔκφρασιν αὐτάρκης γένοιτο λόγος. ᾗ καὶ τὸ πνεῦμα τὸ θεῖον ἐν προφητείαις “τὴν γενεὰν αὐτοῦ” φησὶ “τίς διηγή- [*](30 Ies. 53, 8.)

v.4.p.4
σεται ; ” ὅτι δὴ οὔτε τὸν πατέρα τις ἔγνω, εἰ μὴ ὁ υἱὸς , οὔτ’ αὖ τὸν υἱόν τις γνοίη ποτὲ κατ’ ἀξίαν , εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.

τό τε φῶς τὸ προκόσμιον καὶ τὴν πρὸ αἰώνων νοερὰν καὶ οὐσιώδη σοφίαν , τόν τε ζῶντα καὶ ἐν ἀρχῇ παρὰ τῷ πατρὶ τυγχάνοντα θεὸν λόγον τίς ἂν πλὴν τοῦ πατρὸς καθα- ρῶς ἐννοήσειε, πρὸ πάσης κτίσεως καὶ δημιουργίας ὁρωμένης τε καὶ ἀοράτου τὸ πρῶτον καὶ μόνον τοὐ θεοῦ γέννημα, τὸν τῆς κατ’ οὐρανὸν λογικῆς καὶ ἀθανάτου στρατιὰς ἀρχιστράτηγον, τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν τῆς ἀρρήτου γνώμης τοῦ πατρὸς ὑπουργὸν , τὸν τῶν ἀπάντων σὺν τῷ πατρὶ δημιουργὸν, τὸν δεύτερον μετὰ τὸν πατέρα τῶν ὅλων αἴτιον, τὸν τοῦ θεοῦ παῖδα γνήσιον καὶ μονογενῆ , τὸν τῶν γεννητῶν ἁπάντων κύριον καὶ θεὸν καὶ βασιλέα, τὸν τὸ κῦρος ὁμοῦ καὶ τὸ κράτος αὐτῇ θεότητι καὶ δυνάμει καὶ τιμῇ παρὰ τοῦ πατρὸς ὑποδεδεγμένον, ὅτι δὴ κατὰ τὰς περὶ αὐτοῦ μυστικὰς τῶν γραφῶν θεολογίας “ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’’

τοῦτό τοι καὶ ὁ μέγας Μωυσῆς, ὡσὰν προφητῶν ἁπάντων παλαί τατὸς, θείῳ πνεύματι τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ διακόσμησιν ὑπογράφων, τὸν κοσμοποιὸν καὶ δημιουργὸν τῶν ὅλων αὐτῷ δὴ τῷ Χριστῷ , καὶ οὐδὲ ἄλλῳ ἢ τῷ θείῳ δηλαδὴ καὶ πρωτογόνῳ ἑαυτοῦ λόγῳ τὴν τῶν ὑποβεβηκότων ποίησιν παραχωροῦντα διδά- σκει, αὐτῷ τε κοινολογούμενον ἐπὶ τῆς ἀνθρωπογο- νίας. “ εἷπε γάρ’ φησὶν “ ὁ θεὸς, ποιήσωμεν ἂνθρω- [*](1 Conf. Matth. 11, 27. Luc. 10, 22. 19 loann. 1, 1. 29 Gen. 1, 26.)

v.4.p.5
πον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.’’

ταύτην δὲ ἐγγυᾶται τὴν φωνὴν προφητῶν ἄλλος, ὧδέ πως ἐν ὕμνοις θεολογῶν‘ αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,” τὸν μὲν πατέρα καὶ ποιητὴν εἰσάγων ὡσὰν πανηγεμόνα βασιλικῷ νεύματι προστάττοντα , τὸν δὲ τούτῳ δευτερεύοντα θεῖον λόγον, οὐχ ἕτερον τοῦ πρὸς ἡμῶν κηρυττομένου, ταῖς πατρικαῖς ἐπιτάξεσιν ὑπουργοῦντα.

τοῦτον καὶ ἀπὸ πρώτης ἀνθρωπογονίας πάντες, ὅσοι δὴ δικαιοσύνῃ καὶ θεοσεβείας ἀρετῇ διαπρέψαι λέγονται, ἀμφί τε τὸν μέγαν θεράποντα Μωυσέα, καὶ πρό γε αὐτοῦ πρῶτος ‘Αβραὰμ, τούτου τε οἶ παῖδες καὶ ὅσοι μετέπειτα δίκαιοι πεφήνασι καὶ προφῆται, καθαροῖς διανοίας ὄμμασι φαντασθέντες ἔγνωσάν τε καὶ οἷα θεοῦ παιδὶ τὸ προσῆκον ἀπένειμαν σέβας.

αὐτὸς δὲ οὐδαμῶς ἀπορρᾳθυμῶν τῆς τοῦ πατρὸς εὐσεβείας διδάσκαλος τοῖς πᾶσι τῆς πατρικῆς καθίστατο γνώσεως. ὦφθαι γοῦν κύριος ὁ θεὸς ἀνείρηται οἷά τις κοινὸς ἄνθρωπος τῷ ‘ Αβραὰμ καθημένῳ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ. ὁ δ’ ὑποπεσὼν αὐτίκα, καίτοι γε ἄνθρωπον ὀφθαλμοῖς ὁρῶν, προσκυνεῖ μὲν ὡς θεὸν, ἱκετεύει δὲ ὡς κύριον, ὁμολογεῖ τε μὴ ἀγνοεῖν ὅστις εἴη, ῥήμασιν αὐτοῖς λέγων “ κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;”

εἰ γὰρ μηδεὶς ἐπιτρέποι λόγος τὴν ἀγέννητον καὶ ἄτρεπτον οὐσίαν θεοῦ τοῦ παντοκράτορος εἰς ἀνδρὸς εἶδος μεταβάλ- λειν , μηδ’ αὖ γεννητοῦ μηδενὸς φαντασίᾳ τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατᾶν, μηδὲ μὴν ψευδῶς τὰ τοιαῦτα πλάττεσθαι τὴν γραφὴν, θεὸς καὶ κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν καὶ ποιῶν κρίσιν ἐν ἀνθρώπου [*](3 Ps. 32 (33), 9. 18 Gen. 18, 1. 23 Gen. 18, 25.)

v.4.p.6
ὁρώμενος σχήματι, τίς ἂν ἕτερος ἀναγορεύοιτο, εἰ μὴ φάναι θέμις τὸ πρῶτον τῶν ὅλων αἴτιον , ἢ μόνος ὁ προὼν αὐτοῦ λόγος; περὶ οὗ καὶ ἐν ψαλμοῖς ἀνείρηται “ ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.”