Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Ταύταις δὲ ταῖς ἐπιστολαῖς ἔτι καὶ ταῦτα συνῆπτο τῇ Σύρων φωνῇ. μετὰ δὲ τὸ ἀναληφθἠνα τὸν Ἰησοῦν ἀπέστειλεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς Θαδδαῖον ἀπόστολον, ἕνα τῶν ἑβδομήκοντα· ὃς ἐλθὼν κατέμενε πρὸς Τωβίαν τὸν τοῦ Τωβία. ὡς δὲ ἠκούσθη περὶ αὐτοῦ, ἐμηνύθη τῷ Ἀβγάρῳ ὅτι ἐλήλυθεν ἐνταῦθα ἀπόστολος τοῦ Ἰησοῦ, καθὰ ἐπέστειλέ σοι.

ἤρξατο οὖν ὁ Θαδδαῖος ἐν δυνάμει θεοῦ θεραπεύειν πᾶσαν νόσον καὶ μαλακίαν, ὥστε πάντας θαυμάζειν· ὡς δὲ ἤκουσεν ὁ Ἄβγαρος τὰ μεγαλεῖα καὶ τὰ θαυμάσια, ἃ ἐποίει, καὶ ὡς ἐθεράπευεν, ἐν ὑπονοίᾳ γέγονεν ὡς ὅτι αὐτός ἐστι, περὶ οὗ ὁ Ἰησοῦς ἐπέστειλε λέγων, ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν μου, ὃς τὸ πάθος σου ἰάσετει.

μετακαλεσάμενος οὖν τὸν Τωβίαν, παρ᾿ ᾧ κατέμενεν, εἶπεν, ἤκουσα ὅτι ἀνήρ τις δυνάστης ἐλθὼν κατέμεινεν ἐν τῇ σῆ οἰκίᾳ· ἀνάγαγε αὐτὸν πρὸς ἐμέ. ἐλθὼν δὲ ὁ Τωβίας παρὰ Θαδδαίῳ εἶπεν αὐτῷ, ὁ τοπάρχης Ἄβγαρος μετακαλεσάμενός με εἶπεν ἀναγα-

v.4.p.42
γεῖν σε παρ’ αὐτῷ, ἔνα θεραπεύσῃς αὐτοῦ τὸ πάθος. καὶ ὁ Θαδδαῖος, ἀναβαίνω , ἔφη, ἐπειδήπερ δυνάμει παρ’ αὐτῷ ἀπέσταλμαι.

ὀρθρίσας οὖν ὁ Τωβίας τῇ ἑξῆς καὶ παραλαβὼν τὸν Θαδδαῖον ἦλθε πρὸς τὸν Ἄβγαρον· ὡς δὲ ἀνέβη, παρόντων καὶ ἑστώτων τῶν μεγιστάνων αὐτοῦ , παραχρῆμα ἐν τῷ εἰσιέναι αὐτὸν ὅραμα μέγα ἐφάνη τῷ Ἀβγάρῳ ἐν τῷ προσώπῳ τοῦ ἀποστόλου Θαδδαίου. ὅπερ ἰδὼν Ἄβγαρος προσεκύνησε τῷ Θαδδαίῳ, θαῦμά τε ἔσχε πάντας τοὺς περιεστῶτας· αὐτοὶ γὰρ οὐχ ἑωράκεσαν τὸ ὅραμα, ὃ μόνῳ τῷ Ἀβγάρῳ ἐφάνη.

ὃς καὶ τὸν Θαδδαῖον ἤρετο, εἰ ἐπ’ ἀληθείας μαθητὴς εἶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς εἰρήκει πρὸς ἐμέ “ ἀποστελῶ σοί τινα τῶν μαθητῖν μου, ὅστις ἰάσεταί σε καὶ ζωήν σοι παρέξει. καὶ ὁ Θαδδαῖος ἔφη “ ἐπεὶ μεγάλως πεπίστευκας εἰς τὸν ἀποστείλαντά με, διὰ τοῦτο ἀπεστάλην πρὸς σέ. καὶ πάλιν ἐὰν πιστεύσῃς ἐν αὐτῷ, ὡς ἂν πιστεύσῃς ἔσται σοι τὰ αἰτήματα τῆς καρδίας σου.

καὶ ὁ Ἄβγαρος πρὸς αὐτόν “ οὕτως ἐπίστευσα, φησὶν , ἐν αὐτῷ , ὡς καὶ τοὺς Ἰουδαίους τοὺς σταυρώσαντας αὐτὸν βουλη- θῆναι δύναμιν παραλαβὼν κατακόψαι, εἰ μὴ διὰ τὴν βασιλείαν τὴν Ῥωμαίων ἀνεκόπην τούτου.’ καὶ ὁ Θαδδαῖοςδ εἶπεν “ ὁ κύριος ἡμῶν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ πεπλήρωκε , καὶ πληρώσας ἀνελήφθη πρὸς τὸν πατέρα. ”

λέγει αὐτῷ Ἄβγαρος “κἀγὼ πεπίστευκα εἰς αὐτὸν καὶ εἰς τὸν πατέρα αὐτοῦ.’’ καὶ ὁ Θαδδαῖος “ διὰ τοῦτο , φησὶ , τίθημι τὴν χεῖρά μου ἐπὶ σὲ ἐν ὀνόματι αὐτοῦ. ” καῖ τοῦτο πράξαντος παραχρῆμα ἐθε- ραπεύθη τῆς νόσου καὶ τοῦ πάθους οὗ εἶχεν.

ἐθαύμασέ τε ὁ Ἄβγαρος , ὅτι καθὼς ἤκουσται αὐτῷ περὶ τοῦ Ἰησοῦ, οὕτως τοῖς ἔργοις παρέλαβε διὰ τοῦ μαθητοῦ αὐτοῦ Θαδδαίου, ὃς αὐτὸν ἄνευ φαρμακείας

v.4.p.43
καὶ βοτανῶν ἐθεράπευσεν, καὶ οὐ μόνον, ἀλλὰ καὶ Ἄβδον τὸν τοῦ Ἄβδου ποδάγραν ἔχοντα, ὃς καὶ αὐτὸς προσελθὼν ὑπὸ τοὺς πόδας αὐτοῦ ἔπεσεν, εὐχάς τε διὰ χειρὸς λαβὼν ἐθεραπεύθη · πολλούς τε ἄλλους συμπολίτας αὐτῶν ὁ αὐτὸς ἰάσατο , θαυμαστὰ καὶ μεγάλα ποιῶν , καὶ κηρύσσων τὸν λόγον τοῦ θεοῦ.

μετὰ δὲ ταῦτα ὁ Ἄβγαρος “ σὺ Θαδδαῖε, ἔφη, σὺν δυνάμει τοῦ θεοῦ ταῦτα ποιεῖς, καὶ ἡμεῖς σε αὐτοὶ ἐθαυμάσαμεν. ἀλλ’ ἐπὶ τούτοις δέομαί σου, διήγησαί μοι περὶ τῆς ἐλεύσεως τοῦ Ἰησοῦ πῶς ἐγένετο , καὶ περὶ τῆς δυνάμεως αὐτοῦ, καὶ ἐν ποίᾳ δυνάμει ταῦτα ἐποίει, ἅτινα ἠκούσαμεν.’’

καὶ ὁ Θαδδαῖος “νῦν μὲν σιωπήσομαι, ἔφη, ἐπειδὴ κηρῦξαι τὸν λόγον ἀπεστάλην, αὔριον δὲ ἐκκλησίασόν μοι τοὺς πολίτας σου πάντας, καὶ ἐπ’ αὐτῶν κηρύξω τὸν λόγον τοῦ θεοῦ, καὶ σπερῶ ἐν αὐτοῖς τὸν λόγον τῆς ζωῆς, περί τε τῆς ἐλεύσεως τοῦ Ἰησοῦ καθὼς ἐγένετο; καὶ περὶ τῆς ἀποστολῆς αὐτοῦ, καὶ ἕνεκα τίνος ἀπεστάλη ὑπὸ τοῦ πατρὸς , καὶ περὶ τῆς δυνάμεως τῶν ἔργων αὐτοῦ, καὶ μυστηρίων ὧν ἐλάλησεν ἐν τῷ κόσμῳ, καὶ ποίᾳ δυνάμει ταῦτα ἐποίει, καὶ περὶ τῆς καινῆς αὐτοῦ κηρύξεως , καὶ περὶ τῆς σμικρότητος καὶ περὶ τῆς ταπεινώσεως αὐτοῦ, καὶ πῶς ἐταπείνωσεν ἑαυτὸν καὶ ἀπέθανε καὶ ἐσμίκρυνεν αὐτοῦ τὴν θεότητα καὶ ἐσταυρώθη, καὶ κατέβη εἰς τὸν Ἃιδην, καὶ διέσχισε φραγμὸν τὸν ἐξ αἰῶνος μὴ σχισθέντα , καὶ ἀνήγαγεν νεκρούς· καταβὰς γὰρ μόνος συνήγειρεν πολλοὺς , εἶθ’ οὕτως ἀνέβη πρὸς τὸν πατέρα αὐτοῦ.

ἐκέλευσεν οὑν ὁ Ἄβγαρος τῇ ἴωθεν συνάξαι τοὺς πολίτας αὐτοῦ καὶ ἀκοῦσαι τὴν κήρυξιν Θαδδαίου , καὶ μετὰ ταῦτα προσέταξεν αὐτῷ δοθῆναι χρυσὸν καὶ ἄσημον. ὁ δὲ οὐκ ἐδέξατο εἰπών “ εἰ τὰ ἡμέτερα καταλελοίπαμεν,

v.4.p.44
πῶς τὰ ἀλλότρια ληψόμεθα;”

ἐπράχθη ταῦτα τεσσαρακοστῷ καὶ τριακοοιοστῷ ἔτει, ἃ καὶ οὐκ εἰς ἄχρηστον πρὸς λέξιν ἐκ τῆς Σύρων μεταβληθέντα φωνῆς ἐνταῦθά μοι κατὰ καιρὸν κείσθω.

[Προοίμιον.] Ὅσα μὲν τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐχρῆν ὡς ἐν προοιμίῳ διαστείλασθαι, τῆς τε θεολογίας πέρι τοῦ σωτηρίου λόγου καὶ τῆς ἀρχαιολογίας τῶν τῆς ἡμετέρας διδασκαλίας δογμάτων, ἀρχαιότητός τε τῆς κατὰ Χριστιανοὺς εὐαγγελικῆς πολιτείας, οὐ μὴν ἀλλὰκαὶ ὅσα περὶ τῆς γενομένης ἔναγχος ἐπιφανείας αὐτοῦ, τά τε περὶ τοῦ πάθους καὶ τὰ περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς ἐν τῷ πρὸ τούτου, συντεμόντες τὰς ἀποδείξεις διειλήφαμεν.

φέρε δ᾿ ἐπὶ τοῦ παρόντος ἤδη καὶ τὰ μετὰ τὴν ἀνάληψιν αὐτοῦ διασκεψώμεθα, τὰ μὲν ἐκ τῶν θείων παρασημαινόμενοι γραμμάτων, τὰ δ᾿ ἔξωθεν προσιστοροῦντες ἐξ ὧν κατὰ καιρὸν μνημονεύσομεν ὑπομνημάτων.