Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 7 et Euagr. IV, 29] ’H τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θειότης, εἰς πάντας ἀνθρώπους τῆς παραδοξοποιοῦ δυνάμεως ἕνεκεν βοωμένη , μυρίους ὅσους καὶ τῶν ἐπ’ άλλοδαπῆς πορρωτάτω τε τῆς Ἰουδαίας νόσων καὶ παντοίων παθῶν ἐλπίδι θεραπείας ἐπήγετο.

ταύτῃ τοι βασιλεὺς Ἂβγρος, τῶν ὑπὲρ Εὐφράτην ἐθνῶν έπισημότατα δυναστεύων , πάθει τὸ σῶμα δεινῷ καὶ οὐ θεραπευτῷ ὅσον ἐπ’ ἀνθρωπείᾳ δυνάμει καταφθει- ρόμενος , ὡς καὶ τοὔνομα τοῦ Ἰησοῦ πολὺ καὶ τὰς δυνάμεις συμφώνως πρὸς ἁπάντων μαρτυρουμένας ἐπύθετο, ἱκέτης αὐτοῦ πέμψας δι’ ἐπιστοληφόρου γίνεται, τῆς νόσου τυχεῖν ἀπαλλαγῆς ἀξιῶν.

ὁ δὲ μὴ τότε καλοῦντι ὑπακούσας ἐπιστολῆς γοῦν αὐτὸν ἰδίας καταξιοῖ, ἴνα τῶν αὑτοῦ μαθητῶν ἀποστέλλειν ἐπὶ θεραπείᾳ τῆς νόσου, ὁμοῦ τε αὐτοῦ σωτηρίαν καὶ τόν προσηκόντων ἁπάντων ὑπισχνούμενος.

οὐκ εἰς μακε`ν δὲ ἄρα αὐτῷ ἐπληροῦτο τὰ τῆς ἐπαγγε- λίας. μετὰ γοῦν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον Θωμᾶς, τῶν ἀποστόλων εἶς τῶν δώδεκα, Θαδδαῖον, ἐν ἀριθμῷ καὶ αὐτὸν τῶν ἑβδο- μήκοντα τοῦ Χριστοῦ μαθητῶν κατειλεγμένον , κινήσει θειοτέρᾳ ἐπὶ τὴν Ἒδεσσαν κήρυκα καὶ εὐαγγελιστὴν τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας ἐκπέμπει, πάντα τε δι’ αὐτοῦ τὰ τῆς τοῦ σωτῆρος ἡμῶν τέλος ἐλάμβανεν ἐπαγγελίας.

ἔχεις καὶ τούτων ἀνάγραπτον τὴν μαρτυρίαν , ἐκ τῶν κατὰ Ἒδεσσαν τὸ τηνικαῦτα βασιλευομένην πόλιν γραμματοφυλακείων ληφθεῖσαν. ἐν γοῦν τοῖς αὐτόθι δημοσίοις χάρταις, τοῖς τὰ παλαιὰ

v.4.p.40
καὶ τὰ ἀμφὶ τὸν Ἄβγαρον πραχθέντα περιέχουσι, καὶ ταῦτα εἰσέτι νῦν ἐξ ἐκείνου πεφυλαγμένα εὕρηται- οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀπακοῦσαι τῶν ἐπιστολῶν, ἀπὸ τῶν ἀρχείων ἡμῖν ἀναληφθεισῶν, καὶ τόνδε αὐ- τοῖς ῥήμασιν ἐκ τῆς Σύρων φωνῆς μεταβληθειῶν τὸν τρόπον.

  • ᾿Αντίγραφον ἐπιστολῆς γραφείσης ὑπὸ ᾿Αβγάρου τοπάρχου
  • τῷ ᾿Ιησοῦ, καὶ πεμφθείσης αὐτῷ δι᾿ ᾿Ανανία ταχυδρόμου
  • εἰς ῾Ιεροσόλυμα.