Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. I, 18-29] Ἐπὶ τούτων δὴ οὖν κατὰ τὸν εὐαγγελιστὴν ἔτος πεντεκαιδέκατον Τιβερίου Καίσαρος ἄγοντος, τέταρτον δὲ τῆς ἡγεμονίας Ποντίου Πιλάτου, τῆς τε λοιπῆς Ἰουδαίας τετραρχούντων Ἡρώδου καὶ Λυσανίου καὶ Φιλίππου , ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ἐπὶ τὸ Ἰωάννου βάπτισμα παραγίνεται, καταρχήν τε ποιεῖται τηνικαῦτα τοῦ κατὰ τὸ εὐαγγέλιον κηρύγματος.

φησὶ δὲ αὐτὸν ἡ θεία γραφὴ τὸν πάντα τῆς διδασκαλίας διατελέσαι χρόνον ἐπὶ ἀρχιερέως Ἂννα καὶ Καϊάφα, δηλοῦσα ὅτι δὴ ἐν τοῖς μεταξὺ τῆς τούτων ἔτεσι λειτουργίας ὁ πᾶς τῆς διδασκαλίας αὐτῷ συνεπεράνθη χρόνος· ἀρξαμένου μὲν κατὰ τὴν τοῦ Ἂννα ἀρχιερωσύνην , μέχρι δὲ τῆς ἀρχῆς τοῦ Καϊάφα παραμείναντος, οὐδ’ ὅλος ὁ μεταξυ τετραέτης παρίσταται χρόνος.

τῶν γάρ τοι κατὰ τὸν νόμον ἤδη πως καθῃρημένων ἐξ ἐκείνου θεσμῶν, λέλυτο μὲν, ᾦ διὰ βίου καὶ ἐκ προγόνων διαδοχῆς τὰ τῆς τοῦ θεοῦ θεραπείας προσήκοντα ἦν, ὑπὸ δὲ τῶν Ῥωμαϊκῶν ἡγεμόνων ἄλλοτ’ ἄλλοι τὴν ἀρχιερωσύνην ἐπιτρεπόμενοι οὐ πλέον ἔτους ἑνὸς ἐπὶ ταύτης διετέλουν.

ἱστορεῖ δ’ οὖν ὁ Ἰώσηπος τέσσαρας κατὰ διαδοχὴν ἐπὶ Καϊάφαν ἀρχιερεῖς μετὰ τὸν Ἂνναν διαγενέσθαι, κατὰ τὴν αὐτὴν τῆς ἀρχαιολογίας γραφὴν ὧδέ πως λέγων “ Οὐαλέριος Γρᾶτος, παύσας “ἱερᾶσθαι Ἂνανον, Ἰσμάηλον ἀρχιερέα ἀποφαίνει τὸν [*](29 A. I. XVIII, 2, 2.)

v.4.p.35
“ τοῦ Φαβί. καὶ τοῦτον δὲ μετ’ οὐ πολὺ μεταστήσας “ ‘Ελεάζαρον τὸν ‘Ανάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδεί- “κνυσιν ἀρχιερέα.

ἐνιαυτοῦ δὲ διαγενομένου καὶ “τόνδε παύσας Σίμωνι τῷ Καμίθου τὴν ἀρχιερω- “ συνῆν παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ “ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ “καὶ Καϊάφας , διάδοχος ἦν αὐτῷ.’

οὐκοῦν ὁ σύμπας οὐδ’ ὅλος τετραέτης ἀποδείκνυται τῆς τοὺ σωτῆρος ἡμῶν διδασκαλίας χρόνος, τεσσάρων ἐπὶ τέσσαρσιν ἔτεσιν ἀρχιερέων ἀπὸ τοῦ Ἄννα καὶ ἐπὶ τὴν τοῦ Καϊάφα κατάστασιν ἐνιαύσιον λειτουργίαν διατετελεκότων. τόν γέ τοι Καϊάφαν ἀρχιερέα εἰκότως τοῦ ἐνιαυτοῦ , καθ’ ὃν τὰ τοῦ σωτηρίου πἐθους ἐπετελεῖτο, ἡ τοῦ εὐαγγελίου παρεσημήνατο γραφὴ, ἐξ ἧς καὶ αὐτῆς οὐκ ἀπᾴδων τῆς προκειμένης ἐπιτηρήσεως ὁ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἀποδείκνυται χρόνος.

ἀλλὰ γὰρ ὁ σωτὴρ καὶ κύριος ἡμῶν οὐ μετὰ πλεῖστον τῆς καταρχῆς τοῦ κηρύγματος τοὺς δώδεκα ἀποστόλους ἀνακαλεῖται, οὓς καὶ μόνους τῶν λοιπῶν αὐτοῦ μαθητῶν κατά τι γέρας ἐξαίρετον ἀποστόλους ὠνόμασεν. καὶ αὖθις ἀναδείκνυσιν ἑτέρους ἑβδομήκοντα, οὓς καὶ αὐτοὺς ἀπέστειλεν ἀνὰ δύο δύο πρὸ προσάπου αὐτοῦ εἰς πάντα τόπον καὶ πόλιν οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.