Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Κλέαρχος δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Ἀριστοτέλει τῷ φιλοδόφῳ τοιόνδε τινὰ περὶ Ἰουδαίων ἀνατίθησι λόγον, ὧδε πρὸς ῥῆμα γράφων,

‘ ’ Ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν· ὅσα δὲ ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν ὁμοίως διελθεῖν οὐ χεῖρον. Σαφῶς δ’ ἴσθι, εἶπεν,Ὑπεροχίδη, θαυμαστὸν ὀνείροις ἴσα σοι δόξω λέγειν.

καὶ ὁ Ὑρεσοχίδης εὐλαβούμενος , Δι’ αὐτὸ γὰρ , ἔφη, τοῦτο [*](22 Κλέαρχος — ] loseph. c. Apion. I, 22. p. 454.)

v.1.p.475
καὶ ζητοῦμεν ἀκοῦσαι πάντες.

Οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα, γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις.

Λέγε, εἶπεν ὁ Ύπεροχίδης, οὕτως εἰ δοκεῖ.

Κεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος, ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δ’ εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων· καλοῦνται δὲ, ὥς φασιν, οἶ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἄπο του τόπου. προσαγορεύεται γὰρ ὂν κατοικοῦσι τόπον Ἰουδαία · τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν, Ἰερουσαλὴμ γὰρ αὐτὴν καλοῦσιν.

οὗτος οὑν ὁ ἄνθρωπος ἐπιξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὐποκαταβαίνων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴνἈσίαν, παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἄνθρωπος, ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν , πειρώμενος αὐτῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχε. ταῦτα καὶ ὁ Κλέαρχος.

Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης μὴς ἐν τῷ πρώτῳ Στρωματεῖ, δι’ ὧν ταῦτά φησι

Κλέαρχος δ’ ὁ περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.’’

Καὶ μεθ’ ἕτερα ἐπιλέγει