Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Ναβουχοδονόσορ ταῦτα

“Μεγασθένης δέ φησι Ναβουκοδρόσορον Ἡρακλέους ἀλκιμώτερον γεγονότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον ἀπόδασμον αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι.

μετὰ δὲ, λέγεται πρὸς Χαλδαίων, ὡς ἀναβὰς ἐπὶ τὰ βασιλήϊα κατασχεθείη θεῷ ὅτεῳ δὴ, φθεγξάμενος δὲ εἶπεν, οὗτος ἐγὼ Ναβουκοδρόσορος, ὦ Βαβυλώνιοι, τὴν μέλλουσαν ὑμῖν προαγγέλλω συμφορὴν, τὴν ὅ τε Βῆλος ἐμὸς πρόγονος ἥ τε βασίλεια Βῆλτις ἀποτρέψαι Μοίρας πεῖσαι ἀσθενοῦσιν.

ἥξει Πέρσης ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν· ἐπάξει δὲ δουλοσύνην. οὗ δὴ συναίτιος ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. ὡς εἴθε μιν, πρόσθεν ἢ δοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ θάλασσαν εἰς δεξαμενὴν ἀϊστῶσαι πρόρριζον· ἤ μιν ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου, ἵνα οὔτε ἄστεα οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νο-

v.1.p.527
μὸν ἔχουσι, καὶ ὄρνιθες πλάζονται, ἔν τε πέτρῃσι καὶ χαράδρῃσι μοῦνον ἀλώμενον· ἐμέ τε πρὶν εἰς νόον βαλέσθαι ταῦτα τέλεος ἀμείνονος κυρῆσαι.

ὁ μὲν θεσπίσας παραχρῆμα ἠφάνιστο · ὁ δέ οἱ παῖς Ἀμιλμαρούδοκος ἐβασίλευε. τὸν δ’ ὁ κηδεστὴς ἀποκτείνας Ἰγλισάρης λείπει παῖδα Λαβασσοάρασκον. τούτου δὲ ἀποθανόντος βιαίῳ μόρῳ, Ναβαννίδοχον ἀποδεικνῦσι βασιλέα, προσήκοντά οἱ οὐδέν. τὸν δὲ Κῦρος, ἑλὼν Βαβυλῶνα, Καρμανίης ἡγεμονίῃ δωρέεται.”

Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβοθχοδονόσορ τὴν Βαβυλῶνα ὁ αὐτὸς ταῦτα γράφει

“ Λέγεται Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι, θάλασσαν καλεομένην. Βῆλον δέ σφεα παῦσαι, χώρην ῥὴν ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει περιβαλεῖν· τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι.

τειχίσαι δὲ αὖθις Ναβουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν ἐὸν χαλκόπυλον.’

Καὶ μεθ’ ἕτερα ἐπιλέγει

“ Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα ἡμέρῃσι, τόν τε Ἀρμακάλην ποταμὸν ἐξήγαγεν, ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον. ὑπὲρ δὲ τῆς Σιππαρηνων πόλιος λάκκον ὀρυξάμενος, περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων , βάθος δ’ ὀργυιέων εἴκοσι, πύλας ἐπέστησεν, τὰς ἀνοίγοντες ἄρδεσκον τὸ πεδίον· καλέουσι δ’ αὐτὰς ἐχετογνώμονας.

ἐπετείχισε δὲ καὶ τῆς ἐρυθρῆς θαλάσσης τὴν ἐπίκλυσιν, καὶ Τερηδόνα πόλιν ἔκτισεν κατὰ τὰς Ἀράβων εἰσβολάς· τά τε βασιλήι·α δένδροις ἤσκησε, κρεμαστοὺς παραδείσους ὀνομάσας.”

Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω

v.1.p.528
γραφῆς, διὰ τὸ φέρεσθαι ἐν τᾐ τοῦ Δανιὴλ προφητείᾳ ὡς ἄρα Ναβουχοδονόσορ ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ τῷ ἐν Βαβυλῶνι περιπατῶν, μέγα φρανήσας, ἀπηυθαδίσατο εἰπὼν, οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοκόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου; ὅτε ἔτι τοῦ λόγου ἐπὶ στόματος ὄντος αὐτοῦ, τὰ τῆς μετελθούσης καταστροφῆς αὐτῷ γέγονε.”