Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος, ἰδίαν βίβλον ἀναθεὶς τῇ περὶ Ἰουδαίων ἱστορίᾳ, πλεῖστα περὶ αὐτῶν διέξεισιν, ἀφ᾿ ὧν ἐπὶ τοῦ παρόντος ἀρκέσει παρατεθέντα ταῦτα

“Ἔστι γὰρ τῶν Ἰουδαίων τὰ πολλὰ ὀχυρώματα κατὰ τὴν χώραν καὶ κῶμαι· μία δὲ ἡ Ἱερουσαλὴμ πόλις ὀχυρὰ, πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον, ἣν οἰκοῦσι μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ᾿ αὐτὴν Ἱεροσόλυμα.