Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα.

τοιοῦτοι μὲν οἱ ὅρκοι· οἷ δὲ ἁλόντες καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύ νανται μεταλαμβάνειν , ποηφαγοῦντες δὲ καὶ λιμῷ διαφθειρόμενοι ἀπόλλυνται.

διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτήμασι τὴν μέχρι θανάτου βάσανον.’’

“ Τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντες θοἰματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ

v.1.p.472
θεοῦ.

τοσαύτη δ’ ἐστὶν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ἡ ὀλιγότης ὡς ἐν τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν.

ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται καρτερίαν, ὡς στρεβλούμενοι μένοι καὶ λυγιζόμενοι καὶ καόμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν’ ἢ βλασφημήσωσι τὸν νομοθέτην , ἢ φάγωσί τι τῶν ἀσυνήοὐδέτερον οὐδέτερον ὑπομένειν.

διέδειξαν δὲ τοῦτο ἐν τῷ πρὸς ρωμαίους πολέμῳ. ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους , ἢ δακρῦσαι ὑπομένουσι , μειδιῶντες δὲ ἐν ταῖς ἀλγηδόσι, καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων , εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρ’ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ δὠματα, μάτα, καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν· καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυσικῇ κατασρωμένας, ἐπειδὰν δ’ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἶον δὴ μακρᾶς δουλείας ἀπηλλαγμένας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι.

ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοὶ, οἱ καὶ τὰ μέλλοντα προγινώσκουσιν , ὡς ἂν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀροφθέγμασιν ἐμπαιδοτριβούμενοι· σπάνιον δὲ, εἰ ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι.’’

Ταῦτα μὲν ὁ Πορφύριος , ἐκ παλαιῶν , ὡς εἰκὸς , ἀναγνωσμάτων , τῇ τῶν δηλουμένων ἀνδρῶν εὐσεβείᾳ τε ὁμοῦ καὶ φιλοσοφίᾳ ἐν τῷ τετάρτῳ συγγράμματι τῶν σπουδασθέντων αὐτῷ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἐμαρτύρησεν.

v.1.p.473