Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι ’Eρμιοὺθ, ὃ εἷναι μεθερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν Ἰουδαῖοι· καλεῖσθαι δὲ αὐτοὺς Ἐβραίους ἀπὸ Ἀβραάμου. τοῦτον δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰγυπτίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρο- λογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους · τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας.

ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἀβραὰμ ἀναφέροντα εἰς τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ

v.1.p.487
διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βαβυλῶνι κατοικῆσαι , πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι , ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. τὸν δὲ Ἄβραμον τὴν ἀστρολο- γικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.

“ Ὁ Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μολὼν κατὰ τὸν κατακλυσμὸν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον.

μετὰ δὲ τρεῖς γενεὰς Ἀβραὰμ γενέσθαι , ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον ὄν ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι υἱοὺς ιβ’, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ’ ἡμὰς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις.

ἐκ δὲ τῆς γαμετῆς υἱὸν αὐτῷ γενέσθαι ἴνα , ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθἤναι. καὶ τὸν μὲν Ἀβραὰμ γήρα τελευτῆσαι, Γέλωτος δὲ καὶ γυναικός ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι, καὶ δωδέκατον Ἰωσὴφ, καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν.’’

Τοσαῦτα ὁ Πολυΐστωρ ’ οἷς μεθ’ ἕτερα ἐπιφερει λέγων

Μετ’ οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἀβραὰμ προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. τὸν

v.1.p.488
δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ · σφάζειν δὲ μέλλοντα κωλυθῆναι ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστήσαντος ’ τὸν δὲ Ἀβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι.’’

“ Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν περὶ τὰ Ἰεροσόλυμα,

  • ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς
  • Ἀβραὰμ κλυτοηχὲς ὑπέρτερον ἅμματι δεσμῶν
  • παμφαὲς πλήμμυρε, μεγαυχήτοισι λογισμοῖς,
  • θειοφιλή θέλγητρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος
  • αἰνοφύτων, ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων,
  • ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξ ὅτ’ ἐκείνου
  • ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος,
  • καὶ τὰ ἑξῆς· οἷς μετ’ ὀλίγα ἐπιφέρει
  • ἄρτι χερὸς θηκτοῖο ξιφηφόρον ἐντύνοντος
  • λήμματι, καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος,
  • ἀλλ’ ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν,
  • καὶ τὰ τούτοις ἑπόμενa.’’

    Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ πολυΐστα γραφῆς. καὶ ὁ Ἰώσηπος δὲ ἐν τῇ πρώτῃ τῆςἈρχαιολογίας τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων

    “ Λέγεται δὲ ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν, καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος μάτος Ἀφρικὰ προσηγόρευσαν.

    μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ Πολυΐστωρ λέγων οὕτως · Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μαλχἀς, ἱστορῶν τὰ περὶ Ἰουδαίων , καθὼς καὶ Μώσης ἱστόρηκεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ ΧεττούραςἈ βραάμῳ ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόΛέγεται [*](23 δὲ — ] losephus Ant. lud. I, 15. vol. 1. p. 44.)

    v.1.p.489
    μάτα, ὀνομάζων τρεῖς, Ἀφὲρ, Ἀσοὺρ, Ἄφραν.