Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πάλιν Μωσέως περὶ τῆς τοῦ πύργου κατασκευῆς καὶ ὡς ἀπὸ μιᾶς γλώττης εἰς πολλὰς συνεχύθησαν θησαν διαλέκτους ἱστορήσαντος, ἐν τῇ λεχθείσῃ Περὶ τῶν Ἀσσυρίων γραφῇ ὁ μικρῷ πρόσθεν δηλωθεὶς συγγραφεὺς τὰ ὅμοια μαρτυρεῖ λέγων ὧδε

“Ἐντὶ δ᾿ οἳ λέγουσι τοὺς πρώτους ἐκ γῆς ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνεί- κασθαι, μετὰ δὲ Κρόνῳ τε καὶ Τιτῆνι συστῆναι πόλεμον.

“Ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται, διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν σύγχυσιν Βαβὲλ καλοῦσι.”

“Περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα, λέγουσα οὕτως ῾πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώρων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι᾿ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.᾿ περὶ δὲ τοῦ [*](19 Ὁ δὲ τόπος —] Iosephus Ant. Iud. I, 4, 3. vol. 1. p. 19.)

v.1.p.483
πεδίου τοῦ λεγόμενον Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος, λέγων οὕτως “τῶν ἱερέων τοὺς διασωθέντας , τὰ τοῦ Ἐνυαλίου Δῖός ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν · σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ὁμογλωσσίας , τὰς συνοικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν.’’

πάλιν Μώσεως τὴν κατὰ τὸν Ἑβραίων προπάτορα Ἀβραὰμ ἱστορίαν εἰς πλάτος ἐκθεμένου, μαρτυρεῖν τυρεῖν αὐτῷ καὶ τοὺς ἔξωθεν ἱστορικοὺς ὁ Ἰώσηπος λέγ·ει διὰ τούτων