Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐγὼ δέ σοι τὰ Μηδικὰ καὶ Ἀσσύρια διελθών θῶν ἐκ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τῆς αὐτῆς ἱδτοσίας τάσδε τοῦ ἀνδρὸς παραθήσομαι τὰς λέξεις

“ Μεθ’ ὃν ἄλλοι τε ἦρξαν καὶ Σείσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δεσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὅ τι γραμμάτων ἦν ἐχόμενον ἐν Ἡλίου πόλει τῇ ἐν Σιππάροισιν ἀποκρύψαι.

Σείσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ’ Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ θεοῦ. τρίτῃ δὲ ἡμέρῃ ἐπεί τε ὕων ἐκόπασε, μετῄει τῶν ὀρνίθων πείρην ποιεύμενος , εἴ κου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν.

αἶ δὲ ἐκδεχομένου σφέας πελάγεος ἀχανέος ἀπορέουσαι ὅκη κατορμίσονται παρὰ τὸν Σείσιθρον ὀπίσω κομίζονται, καὶ ἐπ’ αὐτῇσιν ἕτεραι.

ὡς δὲ τῇσι τρίτῃόιν εὐτύχεεν , ἀπίκατο γὰρ δὴ πηλοῦ [*](18 Μεθ’ ὅν ἄλλοι — ] Cyrillus adv. lulian. I. p. 3.)

v.1.p.481
κατάπλεοι τοὺς ταρσοὺς, θεοί μιν ἐξ ἀνθρώπων ἀφα- νίζουσιν · τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.’’

Ταῦτα μὲν οὖν οὗτος.