Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος νάκος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι καὶ Βηρωσσὸς ὁ Χαλδαῖος. διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισι·

λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τόν Κορδυαίων ἔτι μέρος τι εἶναι, καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας. [*](24 Τοῦ δὲ κατακλυσμοῦ — ] loseph. Ant. lud. I, 3, 6. vol. 1. p. 16.)

v.1.p.480
χρῶνται δὲ μάλιστα οἶ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.

μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος , ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι λοὶ πλείους. καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν ἐν ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων γῶν οὕτως ·

ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον , εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι, καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δ’ ἃν οὗτος ὅντινα καὶ Μώσης ἀνέγραψεν ὁ Ἰουδαίων νομοθἐτης.’’

Ταῦτα μὲν ὁ Ἰώσηπος.