Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα.

λέγει δὲ ὁ παρ᾿ αὐτῷ Ἀπόλλων δι᾿ οὗ ἐκτίθεται χρησμοῦ τάδε. ἐκκειμένων δὲ ἔτι περὶ τῶν θυσιῶν ἐπάγει, οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας

  • αἰπεινὴ μὲν ὁδὸς μακάρων, τρηχεῖά τε πολλὸν,
  • χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν·
  • ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι,
  • ἃς πρῶτοι μερόπων ἐπ᾿ ἀπείρονα πρῆξιν ἔφηναν
  • οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης·
  • πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν,
  • Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν,
  • καὶ τὰ τούτοις ἀκόλουθα. οἷς ὁ συγγραφεὺς ἐπιλέγει

    “Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς, αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρ-

    v.1.p.479
    τύρησε Φοίνιξί τε καὶ Χαλδαίοις, Ἀσσύριοι γὰρ οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις.

    ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων,

  • μοῦνοι Χαλδαῖοι σοφίαν λάχον, ἠδ’ ἄρ Ἑβραῖοι,
  • αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
  • καὶ πάλιν ἐρωτηθεὶς , τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανοὺς, ἔχρησε τάδε

  • εἰς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ
  • ζώναισιν πεφόρηται εἰς ἀστερόεντα κέλευθα,
  • ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλωτοι βραῖοι
  • οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν.
  • Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ’ αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα, περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν·

    Μώσεως ἐν ταῖς περὶ τοῦ παντὸς άσχαιολογίαις λογίαις κατακλυσμὸν ἱστορήσαντος, καὶ ὡς ὁ παρ’ Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πε- ποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς ὁ Χαλδαῖος, καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, Νικόλαος τε ὁ Δαμασκηνὸς ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Αρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον