Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἄξιον δὲ ἐπιμνησθῆναι διὰ βραχ·έων τῶν ὺποδειχθέντων ὑπ’ αὐτοῦ πρὸς τὰ δι’ ἡμῶν ἐπιζητηθέντα· νομίζειν γὰρ τοῖς πολλοῖς περιεργίαν ἔχειν τινὰ τῶν ἐν τῆ νομοθεσίᾳ, λέγω δὲ περί τε βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομένων ἀκαθάρτων εἷναι κνωδάλων.

πυνθανομένων γὰρ ἡμῶν διὰ τί, μιᾶς καταβολῆς οὔσης ‚ τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφήν· (δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν ‚ ἐν δὲ τούτοις πάλιν δεισιδαιμόνως·) πρὸς ταῦτα οὕτως ἐνήρξατο·

Θεωρεῖς ‚ ἔφη, τὰς ἀναστροφὰς καὶ τὰς ὁμιλίας, οἶον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ ταλαίπωροι δι’ ὅλου τοῦ ζῆν εἰσίν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον.

διαστειλάμενος οὑν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν καὶ διδάξας ἕκαστα περὶ τούτων, οὐκ ἀπαγορευτικῶς [*](13 Ἄξιον δὲ — ] Aristeas p. XVI. ed. Hod.)

v.1.p.431
μόνον, ἀλλ’ ἐνδεικτικῶς ‚ καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ θεοῦ γενομένας ἐπιπομπὰς τοῖς αἰτίοις.

προυπέδειξε γὰρ πρῶτον πάντων ὅτι μόνος ὁ θεός ἐστι καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὐπ’ ἀνθρώπων κρυφίως ‚ ἀλλ’ ὅσα ποιεῖ τις αὐτῶ φανερὰ καθέστηκε καὶ τὰ μέλλοντα γίνεσθαι.

ταῦτ’ οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι καὶ ἐὰν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας ‚ δι’ ὅλης τῆς νομοθεσίας τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος.

ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ’ ἡμὰς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι ωομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῶ καθεστῶτες ὧν σέβονται ματαίως. ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσιμον, οἶς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναισθησίαν.

εἴτε γὰρ κατ’ ἐκεῖνό τις θείη, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον. τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνἐθηκαν καὶ προσυπέδειξαν εὐχρηστοτάτην τὴν κατασκευὴν σκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν.

καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοὶ ‚ καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες.

καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. τῶν μὲν γὰρ ἄλλων πολυματαίων τί δεῖ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται, καὶ

v.1.p.432
ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι;

συνθεωρήσας τοιγαροῦν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, καὶ ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδὲν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχὴν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ δυνατὸν σεβόμενοι παρ᾿ ὅλην τὴν πᾶσαν κτίσιν.

ὅθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς· ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ᾿ ἀλήθειαν θεόν· ἀλλ᾿ εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει.

τοῖς δὲ παρ᾿ ἡμῖν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι᾿ ὅλου τοῦ ζῆν ἡ σκέψις αὐτοῖς ἐστί. ὅπως οὖν μηδενὶ συναλισγόμενοι μηδὲ ὁμιλοῦντες φαύλῳ διαστροφὰς λαμβάνοιμεν, πάντο- θεν ἡμᾶς περιέφραξαν ἁγνείαις, καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῆς καὶ ἀκοῆς καὶ ὁράσεως νομικῆς.

τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ᾿ ἓν ἕκαστα ἔχει λόγον βαθὺν, ἀφ᾿ ὧν ἀπεχόμεθα κατὰ τὴν χρῆσιν καὶ οἷς συγχρώμεθα.

χάριν δὲ ὑποδείγματος ἓν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον εἰσέλθῃς, ὅτι μυιῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίας ποιούμενος ἐνομοθέτει ταῦτα Μωσῆς, ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαρτισμὸν, δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται.

τῶν γὰρ πετεινῶν οἷς χρώμεθα πάντα ἥμερα καθέ-

v.1.p.433
στῆκε, καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τροφὴν, οἷον περιστεραὶ ‚ τρυγόνες, ἄττακοί, πέρδικες, ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα· περὶ ὧν δὲ ἀπηγόρευται πετεινῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα, καὶ καταδυναστεύοντα τῇ περὶ αὐτὰ δυνάμει τὰ λοιπὰ, καὶ τὴν τροφὴν ἔχοντα τὴν δαπάνησιν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἁρπάζουσι, καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι, νεκρούς τε καὶ ζῶντας.

παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας ‚ ὅτι δέον ἐστὶ κατὰ ψυχὴν ‚ οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν πεποιθότας ἰσχύι· τῇ ἑαυτῶν, μηδ’ ἀφαιρεῖσθαι μηδὲν, ἀλλ’ ἐκ δικαιοτάτου βίου διακυβερνᾶν, ὡς τὰ τῶν προειρημένων πετεινῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν οὔτε τῶν ὑποβεβηκότων οὔτε τῶν συγγενικῶν.

διὰ τούτων οὖν παρέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς εἶ.ναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ, μηδὲ τῇ περὶ αὐτοὺς ἰσχύι· πεποιθότας ἑτέρους καταδυναστεύειν.

ὅπου γὰρ οὐδ’ ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατακλασθῆναι ;

πάντα οὖν τὰ συγχωρηθέντα ἐπὶ τούτων καὶ τῶν κτηνῶν τροπολογῶν ἐκτἐθεικε. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον.