Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους, οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν· κἂν συμβῇ τις ἔχθρα, τούτων ἀπόρρητα λέγειν κεκώλυκε.

δικάζων εἰ δῶρά τις λάβοι ‚ θάνατος ἡ ζημία. περιορων ἱκέτην, βοηθεῖν ἐνὸν, ὑπεύθυνος. ὃ μὴ κατέθηκέ τις, οὐκ ἀναιρήσεται. τῶν ἀλλοτρίων οὐδενὸς ἄψεται. δανείσας τόκον οὐ λήψεται. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοινωνίαν.”

Πῶς δὲ καὶ περὶ τῆς πρὸς ἀλλοφύλους ἐπιεικείας ἐφρόνησεν ὁ νομοθέτης ἄξιον ἰδεῖν · φανεῖται

v.1.p.427
γὰρ ἄριστα πάντων προνοησάμενος ὅπως μήτε τὰ οἰκεῖα διαφθείρωμεν μήτε φθονήσωμεν τοῖς μετέχειν τῶν ἡμετέρων προαιρουμένοις.

ὅσοι μὲν γὰρ θέλουσιν ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῆν ὑπελθόντες, δέχεται φιλοφρόνως ‚ οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου νομίζων εἶναι τὴν οἰκειότητα · τοὺς δὲ ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι τῇ συνηθείᾳ οὐκ ἠθέλησε.

τἄλλα δὲ προείρηκεν ὣν ἡ μετάδοσίς ἐστιν ἀναγκαία· πάσι παρέχειν τοῖς δεομένοις πῦρ, ὕδωρ, τροφὴν ‚ ὀδοὺς φράζειν, ἄταφον μὴ περιορᾶν.

ἐπιεικεῖς δὲ καὶ τὰ πρὸς τοὺς πολεμίους κριθέντας εἶναι· οὐ γὰρ ἐᾷ τὴν γῆν αὐτῶν πυρπολεῖν ‚ οὐδὲ κόπτειν ἥμερα δένδρα συγκεχώρηκεν· ἀλλὰ καὶ σκυλεύειν ἀπείρηκε τοὺς ἐν τῇ μάχῃ πεσόντας, καὶ τῶν αἰχμαλώτων προυνόησεν, ὅπως αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν.

ουτως δὲ πόρρωθεν ἡμερότητα καὶ φιλανθρωπίαν διδάσκειν ἡμᾶς ἐσπούδασεν ὥστε οὐδὲ τῶν ἀλόγων ζῴων ὠλιγώρησεν, ἀλλὰ μόνην ἀφῆκε τούτων χρὴσιν τὴν νενομισμένην, πᾶσαν δ’ ἑτέραν ἐκώλυσεν. ἃ δ’ ὥσπερ ἱκετεύοντα προσφεύγει ταῖς οἰκίαις, ἀπεῖπεν ἀνελεῖν· οὐδὲ νεοττοῖς τοὺς γονέας αὐτῶν ἐπέτρεψε συνεξαίρειν· φείδεσθαι δὲ κἀν τῇ πολεμίᾳ τῶν ἐργαζόμενον ζῴων καὶ μὴ φονεύειν.’’

“ Οὕτω πανταχόθεν τὰ πρὸς ἐπιείκειαν περιεσκέψατο, διδασκαλικοῖς μὲν τοῖς προειρημένοις χρησάμενος νόμοις, τοὺς δ’ αὖ κατὰ τῶν παραβαινόντων τιμωρητικοὺς τάξας ‚ οὐκ ἄνευ προφάσεως. ζημία γὰρ ἐπὶ τοῖς πλείστοις τῶν παραβαινόντων ὁ θάνατος, ἂν μοιχεύσῃ τις, ἂν βιάσηται κόρην, ἂν ἄρρενι τολμήσῃ πεῖραν προσφέρειν ‚ ἂν ὑπομείνῃ παθεῖν ὁ πειρασθείς.

ἔστι δὲ καὶ ἐπὶ δούλοις ὁμοίως ὁ

v.1.p.428
νόμος ἀπαραίτητος. ἀλλὰ καὶ περὶ μέτρων, ἤν τις κακουργήσειεν, ἢ σταθμῶν, ἢ περὶ πράσεως ἀδίκου καὶ δόλῳ γενομένης ‚ κἂν ὑφέληταί τις ἀλλότριον, κἂν ὃ μὴ κατέθηκεν ἀνέληται, πάντων εἰσὶ κολάσεις, οὐχ οἷαι παρ’ ἑτέροις, ἀλλ’ ἐπὶ τὸ μεῖζον. περὶ μὲν γὰρ γονέων ἀδικίας, ἢ τῆς εἰς τὸν θεὸν ἀσεβείας, κἂν μέλλῃ τις ‚ εὐθὺς ἀπόλλυται.

τοῖς μέντοι γε κατὰ τοὺς νόμους πάντα πράττουσι γέρας ἐστὶν οὐκ ἀργύριον, οὐδὲ χρυσὸς, οὐ μὴν οὐδὲ κοτίνου στέφανος, ἢ σελίνου, καὶ τοιαύτη τις ἀνακήρυξις, ἀλλ’ αὐτὸς ἕκαστος αὑτῷ τὸ συνειδὸς ἔχων μαρτυροῦν πεπίστευκε, (τοῦ μὲν νομοθέτου προφητεύσαντος, τοῦ δὲ θεοῦ τὴν πίστιν ἰσχυρὰν παρεσχηκότος,) ὅτι τοῖς τοὺς νόμους διαφυλάξασιν, κἂν εἰ δέοι θνήσκειν ὑπὲρ αὐτῶν, προθύμως ἀποθανεῖν ‚ ἔδωκεν ὁ θεὸς γενέσθαι τε πάλιν καὶ βίον ἀμείνω λαβεῖν ἐκ περιτροπῆς.’’

“ ”Ωκνουν δ’ ἂν ἐγὼ νῦν ταῦτα γράφειν ‚ εἰ μὴ διὰ τῶν ἔργων ἅπασιν ἦν φανερὸν ὅτι πολλοὶ καὶ πολλάκις ἤδη τῶν ἡμετέρων περὶ τοῦ μηδὲ ῥῆμα φθέγξασθαι παρὰ τὸν νόμον πάντα παθεῖν γενναίως προείλοντο. καίτοι γε εἰ μὴ συμβεβήκει γνώριμον ἡμῶν τὸ ἔθνος ἅπασιν ἀνθρώποις ὑπάρχειν ‚ κἀν φανερῷ κεῖσθαι τὴν ἐθελούσιον ἡμῶν τοῖς νόμοις ἀκολουθίαν, ἀλλά τις ἢ συγγράψαι λέγων αὐτὸς ἀνεγίνωσκε τοῖς Ἕλλησιν, ἤ που περιτυχεῖν ἔξω τῆς γινωσκομένης γῆς ἔφασκεν ἀνθρώποις ‚ τοιαύτην μὲν ἔχουσι δόξαν οὕτω σεμνὴν περὶ τοῦ θεοῦ, τοιούτοις δὲ νόμοις πολὺν αἰῶνα βεβαίως ἐμμεμενηκόσι, πάντας ἂν οἶμαι θαυμάσαι διὰ τὰς συνεχεῖς παρ’ αὐτοῖς μεταβολάς · ἀμέλει τῶν γράψαι τι παραπλήσιον εἰς πολιτείαν καὶ νόμους ἐπιχειρησάντων ὡς θαυμαστὰ

v.1.p.429
συνθέντων κατηγοροῦσι ‚ φάσκοντες αὐτοὺς λαβεῖν ἀδυνάτους ὑποθέσεις.

καὶ τοὺς μὲν ἄλλους παραλείπω φιλοσόφους ‚ ὅσοι τι τοιοῦτον ἐν τοῖς συγγράμμασιν ἐπραγματεύσαντο · Πλάτων’ δὲ θαυμαζόμενος παρὰ τοῖς Ἕλλησιν, ὡς καὶ σεμνότητι βίου διενεγκὼν, καὶ δυνάμει λόγων καὶ πειθοῖ πάντας ὑπεράρας τοὺς ἐν φιλοσοφίᾳ γεγονότας ‚ ὑπὸ τῶν φασκόντων δεινῶν εἶναι τὰ πολιτικὰ μικροῦ δεῖν χλευαζόμενος καὶ κωμῳδούμενος διατελεῖ.

καίτοι τἀκείνου σκώπτων συχνῶς τις ἂν εὕροι ῥᾷον καὶ τὰς τῶν πολλῶν ἔγγιον συνηθείας. αὐτὸς δὲ Πλάτων ὡμολόγηκεν ὅτι τὴν ἀληθῆ περὶ τοῦ θεοῦ δόξαν εἰς τὴν τῶν ὄχλων ἄνοιαν οὐκ ἦν ἀσφαλὲς ἐξενεγκεῖν.

ἀλλὰ τὰ μὲν Πλάτωνος λόγους τινὲς εἶναι κενοὺς νομίζουσι ‚ κατὰ πολλὴν ἐξουσίαν κεκαλλιγραφημέωους. μάλιστα δὲ τῶν νομοθετῶν Λυκοῦργον τεθαυμάκασι, καὶ τὴν Σπάρτην ἅπαντες ὑμνοῦσιν, ὅτι τοῖς ἐκείνου νόμοις ἐπὶ πλεῖστον ἐνεκαρτέρησαν.

ὀκοῦν τοῦτο μὲν ὁμολογείσθω τεκμήριον ἀρετῆς εἷναι, τὸ πείθεσθαι τοῖς νόμοις. οἶ δὲ Λακεδαιμονίους θαυμάζοντες τὸν ἐκείνων χρόνον Λακεδαιμονίους ’σαν τοῖς πλείοσιν ἢ δισχιλίοις ἔτεσι τῆς ἡμετέρας πολιτείας· καὶ προσέτι λογιζέσθωσαν ὅτι Λακεδαιμόνιοι μὲν, ὅσον ἐφ’ ἑαυτῶν χρόνον εἶχον τὴν ἐλευθερίαν, ἀκριβῶς ἔδοξαν τοὺς νόμους διαφυλάττειν, ἐπεὶ μέντοι περὶ αὐτοὺς ἐγένοντο μεταβολαὶ τῆς τύχης‚ μικροῦ δεῖν ἁπάντων ἐξελάθοντο τῶν νόμων· ἡμεῖς δὲ ἐν τύχαις μυρίαις γεγονότες, διὰ τἀς τῶν βασιλευσάντων τῆς Ἀσίας μεταβολὰς, οὐδ’ ἐν τοῖς ἐσχάτοις τῶν δεινῶν τοὺς νόμους προύδομεν. ”

Ταῦτα μὲν καὶ Ἰώσηπος περὶ τῆς κατὰ Μωσέα Ἰουδαίων πολιτείας. περὶ δὲ τῆς ἐν τοῖς ὑπ’

v.1.p.430
αὐτοῦ τεθεῖσι νόμοις ἐπεσκιασμένης καὶ ἀλληγορικῆς θεωρίας πολλὰ ἔχων εἰπεῖν ἐπαρκεῖν ἡγοῦμαι τὰς Ἐλεαζάρου καὶ Ἀριστοβούλου διηγήσεις, ἀνδρῶν τὸ μὲν Ἑβραίων ἀνέκαθεν, τὸν δὲ χρόνον κατὰ τοὺς Πτολεμαίων χρόνους διαπρεψάντων.

ὧν ὁ Ἐλεάζαρος καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος μικρῷ πρότερον ἡμῖν ἐδηλοῦτο, ὃς δὴ τοῖς παρὰ βασιλέως ὡς αὐτὸν ἥκουσι πρεσβείας ἕνεκα τῆς τῶν Ἑβραϊκῶν λόγων ἐπὶ τὴν Ἑλλάδα μεταβολῆς τὸν τρόπον ὑποτυπούμενος τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης ἰδέας, τοιαύτην πεποίηται τοῦ λόγου τὴν διδασκαλίαν