Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων εἶναι, τὸν δὲ λαὸν ἀναστῆναι τοῦτον ἐξ Αἰγύπτου μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι τε ἀμυθήτοις πλήθοντα ‚ καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς. ‚ πρὸς δ’ ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον μεγάλως, καὶ ἅμα τοῦ. θεοῦ διὰ φασμάτων καὶ ὀνειράτων ἔξοδον αὐτοῖς δηλοῦντος, καὶ οὐδενὸς ἡττον εἰς πόθον κατὰ δαίμονα ἐμπεσόντας τῆς πατρίου καὶ ἀρχαίας γῆς· ὅθεν δὴ καὶ τὸν πρόγονον ἐκεῖνον αὐτοῖς μετὰ τὸ ἐλθεῖν εἰς Αἴγυπτον ‚ εἴτε τῷ θεῷ δὴ δόξαν εἴτε προνοίᾳ τινὶ, πάντων εὐδαιμονῆσαι μάλιστα, ὡς ἀπ’ ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν, κἀπὶ τοσοῦτον ὑπερβάλλειν εἰς πολυανδρίαν.’

Καὶ μετὰ βραχέα φησὶν

‘‘Ἀνήρ γε μὴν αὐτοῖς ἡγεῖτο τῆς τε ἐξόδου καὶ τῆς πορείας εἰς οὐδὲν τῶν πολλῶν ‚ εἰ βούλει, διάφορος· οὕτω καὶ ἐλοιδόρουν γόητα καὶ κέρκωπα λόγων. καλῆς μέντοι γοητείας καὶ πανουργίας, ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ καὶ τῶν ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον εἰς τὸ παντελὲς διεσώσατο, καὶ ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ πρὸς ἑαυτὸν μάλιστα εὐπειθεῖς διεφύλαξε.

καὶ ταῦτα οὐκ ὀλίγον δήπου χρόνον ‚ ἀλλ’ ὅσον οὐδ’ οἰκίαν ἐν ὁμοφροσύνῃ συμμεῖναι μετὰ πάσης εὐθηνίας εἰκός ἐστιν. καὶ οὐ δίψος, οὐ λιμὸς, οὐ φθορὰ σωμάτων, οὐχὶ φόβος περὶ τῶν μελλόντων, οὐκ ἄγνοια τῶν συμβησομένων, ἐπὶ τὸν γόητα ἐκεῖνον ἐπῆρε τοὺς [*](1 ’τον μὲν παλαιὸν — ] Pliilo vol. 2. p. 626. ed. Mang.)

v.1.p.413
ἐξαπατωμένους καὶ περιφθειρομένους λαούς.

καίτοι τί βούλει, φῶμεν ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην, ἢ δεινότητα λόγων ‚ ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ τοιούτων ἀτόπων καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων ἐπικρατεῖν; ἢ γὰρ τὰς φύσεις τῶν ὑπ’ αὐτὸν ἀνθρώπων οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ’ εὐπειθῶς καὶ τοῦ μέλλοντος οὐκ ἀπρονοήτως ἔχειν· ἢ τούτους μὲν ὡς μάλιστα κακοὺς εἶναι, τὸν δὲ θεὸν τὰς δυσκολίας αὐτῶν πραύνειν, καὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος ὥσπερ ἐπιστατεῖν. ὅπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ τιμῆς καὶ ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται.

καὶ τὰ μὲν τῆς ἐξόδου δὴ ταῦτα. ἐπειδὴ δὲ εἰς τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα Ἱδρύθησαν καὶ τὴν χώραν ἔσχον ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται · οὐ μὴν ἔγωγε δικαιῶ μᾶλλον καθ’ ἱστορίαν ἢ κατά τινα λογισμὸν περὶ αὐτῶν τὰ εἰκότα διεξελθεῖν

πότερον γάρ ποτε βούλει τῷ πλήθει τῶν σωμάτων ἔτι περιόντας ‚ καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δ’ ἰσχύοντας, καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας, εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν ‚ Σύρους τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους νικῶντας· ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα, καὶ τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις καὶ τὴν γῆν λαβεῖν παρ’ ἑκόντων, ἔπειτα δ’ εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν οἰκοδομῆσαι, καὶ τἄλλα εἰς εὐσέβειαν καὶ ἁγιστείαν καταστήσασθαι;

δηλοῖ γὰρ, ὡς ἔοικε ‚ ταῦτα καὶ θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς ἐχθροῖς. ἐχθροὶ γὰρ ἦσαν ἐξ ἀνάγκης ὧν ἐπὶ τὴν γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι.

παρὰ

v.1.p.414
τού τοῖς δ’ οὑν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; τίνα δὲ τὰ δεύτερα ἐφεξῆς, ἢ τὰ τρίτα πρὸς τούτοις λέγωμεν; πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτῶν, ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν ὁ τοὺς νόμους αὐτοῖς· θεὶς ‚ οὕτω σφόδρα ἐθαύμασαν ὡς ὅ τι δήποτε ἔδοξεν ἐκείνῳ, καὶ αὐτοῖς.

εἴτε οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαίμονος ἔφρασε, τοῦτο ἅπαν εἰς τὸν θεὸν ἀνάγειν, καὶ πλειόνων ἐτῶν διεληλυθότων, τὸ μὲν ἀκριβὲς οὐκ ἔχω λέγειν ὁπόσα ‚ πλέον δ’ οὖν ἢ δισχίλια ἔτη ‚ μηδὲ ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ’ αὐτοῦ γεγραμμένων κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι θᾶττον ἢ τοῖς ἐκείνου νόμοις καὶ ἔθεσιν ἐναντία πεισθῆναι.”

Ταῦτ’ εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πο- λιτείαν, γράφων οὕτως