Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενευκασιν, ὑπὲρ του τοὺς ἐμπεριπατοῦντας χειμῶνι μὲν ἀλεαίνεσθαι , θέρους δὲ καταπνεῖσθαι. παρακολουθιῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. τί δὲ τοῦτ’ ἔστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι σκιαὶ τὰ μέτρα διασημαίνουσι ταῖς ὥραις.

καὶ μὲν δὴ τὸ πῦρ φύσεως ἀναγκαιότατον ἔργον, ἐπακολούθημα δὲ τούτου καπνός ἀλλ’ ὅμως παρέχεταί τινα ὠφέλειαν ἔστιν ὅτε καὶ αὐτός. ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις, ἡνίκα τὸ πῦρ ὑπὸ τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν ἐξαμαυροῦται , καπνῷ μηνύεται πολεμίων ἔφοδος.

οἷός γ’ οὖν ἐπὶ τῆς ἴριδος , τοιοῦτος καὶ ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος · θείαις γὰρ φύσεσιν ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις· αἱ δὲ μηνύματά εἰσιν ἢ βασιλέων τελευτῆς, ἢ πόλεων φθοδᾶς· ὃ καὶ Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως διὰ τῶν πρόσθεν εἰρημένων.

ὁ δὲ δὴ τοῦ γάλακτος κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ’ εἴπερ ἐστὶ, μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες.

v.1.p.462
ὠφελιμώτατον γὰρ ἡ εὕρεσις, ἥδιστον δὲ καὶ κα αὑτὸ τοῖς φιλομαθέσιν ἡ ζήτησις.

ὥσπερ οὑν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτω καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχάζωμεν.

σεισμοί τε καὶ λοιμοὶ καὶ κεραυνῶν βολαὶ, καὶ ὅσα τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ’ ἀλήθειαν οὐκ ἔστι, θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τοπαράπαν) ἀλλ’ αἶ τῶν στοιχείων μεταβολαὶ ταῦτα γεννῶσιν, οὐ προηγούμενα ἔργα φύσεως , ἀλλ’ ἐπομενα μένα τοῖς ἀναγκαίοις καὶ τοῖς προηγουμένοις έπακολουθοῦντα.

εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι τῆς ἀπὸ τούτων βλάβης, οὐκ αἰτιατέον τὴν διοίκησιν. πρῶτον μὲν γὰρ οὐκ εἴ τινες ἀγαθοὶ παρ’ ἡμῖν νομίζονται, καὶ πρὸς ἀλήθειάν εἰσιν, ἐπειδὴ τὰ θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον νοῦν πάντων ἀκριβέστερα δεύτερον δὲ τὸ προμηθὲς ἐπὶ τὰ τῶν ἐν κόσμῳ συνεκτικώτατα ἐφορᾶν ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις Χίαις ἐπὶ τὰς πόλεις καὶ τὰ στρατόπεδα, οὐκ τινα τῶν ἠμελημένων καὶ ἀφανῶν ἔνα τὸν προστυχόντα.

λέγουσι δέ τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν ἐστιν ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι τὰ ἀδικήματα , τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσι νόσοις παραπόλλυσθαί τινας τῶν μὴ ὑπαιτίων, ἵνα πόρρωθεν οἱ ἄλλοι σωφρονίζωνται , δίχα τοῦ ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νο- σεῖν, ὥσπερ καὶ τοὺς έν νηὶ χειμαζομένους κινδυνεύειν νεύειν ἐξίσου.

τὰ δ’ ἄλκιμα τῶν θηρίων γέγονεν, οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς εἰπεῖν εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρες) ἀσκήσεως ἕνεκα

v.1.p.463
τῆς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας. τὰ γὰρ γυμνάσια καὶ αἱ συνεχεῖς θῆραι συγκροτοῦσι καὶ νευροῦσιν εὖ μάλα τὰ σώματα, καὶ πρὸ τῶν σωμάτων τὰς ψυχὰς ἐθίζουσιν ἐχθρῶν ἐξαπιναίας ἐφόδους τῷ καρτερῷ τῆς ῥώμης ἀλογεῖν.

τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς ἔξεστιν οὐ μόνον τειχῶν ἐντὸς, ἀλλὰ καὶ κλισιάδων θαλαμευομένοις, ἀποζῆν ἀνεπιβουλεύτως, ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονωτάτας ἡμέρων ἀγέλας· ἐπειδὴ σῦς καὶ λέοντες καὶ ὅσα ὁμοιότροπα, ἑκουσίᾳ φύσει χρώμενα, μακρὰν ἄστεος ἀπελήλαται τὸ μηδὲν παθεῖν ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς.

εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτοὺς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἳ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες, ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες, ποσὶ καὶ τροχοῖς κατηλοήθη- σαν, ἀνοίας τἀπίχειρα εὑράμενοι.”

“Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ᾿ ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ᾿ ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον. ζωογονεῖται γὰρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφὴν, φθεῖρας δ᾿ ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ᾿ ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν, εἰκότως ἐπιγέγραπται πρόνοιαν.

ἤκουσα δὲ καὶ περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ᾿ ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ᾿ ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφα-

v.1.p.464
σάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεὐοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐπορεῖν, ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς λῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως.