Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγέννητόν τε καὶ ἀίδιον ἀπεφήναντο, τοῦ θεοῦ πολλὴν ἀπραξίαν [*](28 Τινὲς γὰρ — ] Philo vol. 1. p. 2, 16. ed. Mang.)

v.1.p.448
ἀνάγνως καταψευσάμενοι ‚ δέον ἔμπαλιν τούτου τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι ‚ τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοὐ μετρίου.

Μώσης δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω διότι ἀναγκαιότατόν ἐστιν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲεν ἴναι δραστήριον * * ὁ τῶν ὅλων νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἐπιστήμη, καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν ἄψυχον καὶ ἀκί νῆτον ἐξ αὐτοῦ, κινηθὲν δὲ καὶ μετασχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον τόνδε τὸν κόσμον · ὃν οἶ φάσκοντες ἀγέννητον λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι, τὴν πρόνοιαν.

τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος. καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς, καὶ ὅσα μὲν ἐπιζήμια μηχανῇ πάσῃ διωθεῖται, ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι.

περιμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν τῷδε τῷ κόσμῳ, τὸν ἔφορον, ἢ βραβευτὴν, ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὖ πάντα οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις.

ἀλλ’ ὅ γε μέγας Μωσῶς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγέννητον ‚ (πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέ ποτε κατὰ ταὐτὰ ὂν) τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν, ὡς ἀδελφὸν καὶ συγγενῆ, ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν τὸ οἰκεῖον ὄνομα ἐπεφήμισεν.

ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς

v.1.p.449
ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γεννητὸς , ὄθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ, μάλα σεμνῶς θεολογήσας.

Ταῦτα μὲν οὖν περὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον. ὁ δὲ αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι κεῖσθαι τὸ πᾶν ἐν τῷ Περὶ προνοίας νεανικώτατα διέξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας καὶ πρὸς αὐτὰς ἑξῆς ἀποκρινάμενος. καὶ τούτων δὲ, εἰ καὶ μακρότερα δόξειεν) ἀλλ’ ὡς ἀναγκαῖα τὰ πλείστα συντεμὼν ἐκθήσομαι. κατασκευάζει δὲ τὸν λόγον τοῦτον ’τον τρόπον