Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὥσπερ οὑν Φοίνικας καὶ Αἰ- γυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσιν γνωρίμων κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην, ταύτῃ μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως εἰσποιεῖσθαι ‚ ἀλλὰ μὴ ἡμὰς αὐτοὺς τὰ ὀθνεῖα νομίζεσθαι κατασχεδιάζειν.

Πρὶν δ’ ἐπὶ τοῦτ’ ἐλθεῖν, ὅπως εἰς Ἕλληνας τὰ παρ’ αὐτοῖς παρῆλθε λόγια, καὶ τίς ὁ τρόπος συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν ἑρμηνείας ‚ δι’ ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ δι’ ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβολῆς ἔτυχε, τῶν ἀναγκαίων ἡγοῦμαι εἰς φανερὸν θέσθαι τοῖς ἐντυγχάνουσιν ‚ οὐκ ἀσυμβούλου μοι γενησομένης καὶ τῆς τούτων ἐκθέσεως ἑ ἐς τὴν τῆς γενησομένης Προπαρασκευῆς ἀπόδειξιν.

ἐπειδὴ γὰρ ὅσον οὔπω τὰ τῆς τοῦ σωτῆρος ἡμῶν βιωφελοῦς κηρύξεως ἔμελλεν ἐπὶ τῆς Ρωμαίων ἀρχῆς εἰς πάντας ἐκλάμπειν ἀνθρώπους, λόγος τε οὐχ ὁ τυχὼν ᾕρει τὰς περὶ αὐτοῦ προφητείας τόν τε βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων καὶ τὰ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῶν μαθήματα, τῇ πατρίῳ αὐτῶν φωνῇ ἐξ αἰῶνος μακροῦ κεκαλυμμένα ‚ ἤδη ποτὲ εἰς πάντα τὰ ἔθνη, οἷς τὶ τῆς θεογνωσίας ἔμελλε προξενεῖσθαι, παρελθεῖν · θεὸς αὐτὸς ὁ τῶνδε τῶν ἀγα- θῶν αἴτιος, προλαβὼν τὸ μέλλον ὡς ἂν θεὸς τῇ προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς μακρὸν ἀναφανησομένου σωτῆρος ‚ διδασκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ’ ἥλιον ἔθνεσι καταστησομένου ‚ προρρήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ’ ἀκριβὲς μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας διοικεῖται ‚ βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶξαι

v.1.p.405
κατὰ νοῦν ἐμβαλὼν, εἰς προπαρασκευὴν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι μεταλήψεως.

ὧν γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν τὰ παρ᾿ αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον, τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν πρὸς τῶν παρ᾿ αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίῳ παιδείᾳ δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων.

γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπι- κληθέντα Φιλάδελφον, καθ᾿ ὃν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν γραφῶν, διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς, τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπον