Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς

v.1.p.360
προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα δι’ αὐτοῦ τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημίας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον·

οἳ μὴ ζηλώσαντες τὴν πάτριον ἀρετὴν δι’ ἀβελτερίαν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι’ ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ’ οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθεμένου.

καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μώσεως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἣν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήχης, τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται.

Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μώσεως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν, καὶ τόν γε τῆς κατ᾿ αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μώσεως γραφῆς καὶ τῶν μετ’ αὐτὸν προφητῶν ἐπισκέψασθαι.