Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφὰς αὐτοὺς εἶναι συναισθόμενοι τὸ μέν τι αὐτῶν τίμιον εἷναι ἡγήσαντο, (τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄνθρωπον,

v.1.p.348
τὸν κατὰ ψυχὴν νενοημένον,) τὸ δὲ τούτου χώραν περιβολῆς ἐπέχειν · τοῦτο δὲ εἶναι τὸ σῶμα. καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδὴν εἰσηνέγκαντο.

τοῦτο δὲ παρὰ τῷ πάντων δημιουργῷ θεῷ προσφιλὲς εἶναι λογισάμενοι , ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἀπάντων κρατεῖν οὐ ῥώμῃ σώματος ὡς ἀρετῆ̣ ψυχῆς ἐδωρήσατο· τὰ μὲν γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα, τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἶα τὰ ἀπὸ γῆς βλαρτήματα, τὰ δὲ αἰσθήσεως ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἶα ζῴων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώπων γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώματος καὶ ἰσχύι· κατηναγκασμένα , λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ , ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφασιν·)

ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ’ ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν, θεῖόν τε καἰ ἐπιστημονικὸν ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον , μόνον διὰ σπουδῆς ἔσχον.

εἶτα μηδὲν ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο , ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώματος καὶ τῶν τούτοις ἀναγκαίων μό- νος αὐτὸς ἀνῆπται τὴν αἰτίαν.

τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι, τεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ’ αὐτὸν ἀναρτησάμενοι, καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ μηδενὶ τῶν

v.1.p.349
ὁρωμένων ἀξιώσαντες.

οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου θεοῦ ἀπεφάνθησαν, ἢ καὶ γένος ἐκλεκτὸν καὶ βασιλικὸν ἱεράτευμά τε θεοῦ καὶ ἔθνος ἅγιον προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες.

ἆρ᾿ οὖν λογισμῷ σοι δοχοῦμεν τούσδε τῶν Ἑλληνιχῶν προτετιμηκέναι, καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ᾿ Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι;