Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἰ δὴ οὖν συνῶπταί σοι ὁ τῶν παλαιῶν βίος, ἄθρει δὴ λοιπὸν τῇ διανοία μόνους παῖδας Ἑβραίων ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας.

οἵδε γὰρ πρῶτοι καὶ μόνοι πάντων ἀνθρώπων ἄνωθεν ἐκ πρώ-

v.1.p.347
τῆς τοῦ βίου καταβολῆς λογικῇ θεωρίᾳ τὴν διάνοιαν ἀναθέντες, καὶ τῇ περὶ τοῦ παντὸς φυσιολογίᾳ εὐσεβῶς ἐπιστήσαντες , πρῶτα μὲν τὰ τῶν σωμάτων στοιχεῖα, γῆν, ὕδωρ , ἀέρα, πῦρ , ἐξ ὣν τόδε τὸ πᾶν συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας, οὐ θεοὺς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο, τὴν φύσιν τῆς σωματικῆς οὐσίας οὐ μόνον ἄλογον, ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ’ ὅσον ῥοώδης καὶ φθαρτὴ οὔσα τυγχάνει, συννοήσαντες, κἄπειτα λογισάμενοι ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν, εὖ καὶ σοφῶς ἡρμοσμένην , ἔμπλεων τε ζῴων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ὑπάρχουσαν, αὐτόματον ἐπιγράφεσθαι τὴν αἰτίαν, οὐδέ γε τῶν ἐμψύχων τὴν ποιητικὴν ἀρχὴν ἄψυχον ὑπολαμβάνειν, οὐδ’ ἄλογον τὴν τῶν λογικῶν δημιουργόν.

ἐπεὶ δὲ μηδὲ ξύλων καὶ λίθων αὐτόματός ποτ’ ἂν οἰκοδομία συσταίη, οὐδέ γε ἐσθὴς ὑφάντου δίχα συντελεσθείη, οὐδὲ πόλλεις καὶ πολιτεῖαι νόμων ἐκτὸς καὶ ἀρχοντικῆς δια- τάξεως, οὐδὲ ἐκτὸς κυβερνήτου ναῦς, οὐδὲ τὸ ρμικρότατον τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου, οὐδ’ εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ σὺν ἀγαθῷ κυβερνήτῃ· οὐδ’ ἡ τῶν καθόλου στοιχείων ἄρα φύσις, ἄψυχος οὖσα καὶ ἄλογος, τῷ καθ’ ἑαυτὴν λόγῳ δίχα τῆς ἀνωτάτω τοῦ θεοῦ σοφίας λόγου ποτὲ καὶ ζωῆς ἀνθέξεται. ταῦτα δὴ καὶ τὰ τοιαῦτα διανοηθέντες οἱ τῆς ‘Eβραίων εὐσεβείας πατέρες, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων δημιουργὸν θεὸν ἐσεβάσθησαν.