Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ έαυτῶ̣ ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι σου βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων;

Δοκεῖ.

Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά;

Οὕτως ἔχει.

Τί δέ; οὐ δοκεῖ σοι ἀνατρεπτικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τοι τοις παραπλήσια;

Δοκεῖ.

Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναι- ρετικὰ, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένον λόγον.

οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πεφυκεν. οἶον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται καὶ τὸ φῶς ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται‚ πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.’’

v.1.p.403

Τοσαῦτα καὶ ὁ προδηλωθεὶς συγγραφεύς. αὐ- τάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λόγου, ἐπὶ τὸν ὄγδοον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβάντες, τὰ λείποντα τῷ προκειμένῳ σκέμματι, σύμμαχον ἐπικαλεσάμενοι τὸν θεὸν, ἀναπληρώσομεν

ΠΡΟΟΙΜΙΟΝ.

Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων‚ τόν δὴ καὶ τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν, πρόσθεν ἢ Μωσἐα φανῆναι πάσης ἀρετῆς βραβείοις ἀναδησαμένων ‚ τά τε θεοσεβῆ δόγματά τε καὶ παιδεύματα ‚ καὶ προσέτι τὰς παναληθεῖς καὶ εὐσεβεῖς αὐτῶν θεολογίας ‚ ὣν εἰς ἔρωτα καὶ πόθον ἐλθεῖν ὡμολογήκαμεν ‚ διελθὼν ἐν τῷ πρὸ τούτου) μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν κατὰ Μωσἐα πολιτείαν ‚ δεύτερον ἐπέχουσαν εὐσεβείας μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμὸν ‚ τὸν δὴ καὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένον.

ὡς γὰρ μόνοις Ἰουδαίοις ‚ οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν, ἦν ἁρμόδια τὰ διὰ Μώσεως, οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώποις ‚ λέγω δὲ τοῖς πόρρω που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ βαρβάροις, φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν.

νυνὶ δὲ καὶ τούτου, λέγω δὲ τοῦ κατὰ Μωσέα βίου, τὸν τρόπον ‚ οὐκ ἐμαῖς φωναῖς, αὐτῶν δὲ μόνων πάλιν τῶν παρὰ τοῖς ἀνδράσιν ἐπὶ. τῇ πατρίῳ δεδοκιμασμένοις παιδεύσει ‚ παραθήσομαι · καὶ γάρ μοι προσήκειν ἡγοῦμαι ταύτῃ, ᾗπερ καὶ ἠρξάμην, διὰ τῶν οἰκείων ἑκάστω τὰς τῶν ἀποδείξεων μαρ-

v.1.p.404
τυρίας παρέχειν.

ὥσπερ οὑν Φοίνικας καὶ Αἰ- γυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσιν γνωρίμων κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην, ταύτῃ μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως εἰσποιεῖσθαι ‚ ἀλλὰ μὴ ἡμὰς αὐτοὺς τὰ ὀθνεῖα νομίζεσθαι κατασχεδιάζειν.

Πρὶν δ’ ἐπὶ τοῦτ’ ἐλθεῖν, ὅπως εἰς Ἕλληνας τὰ παρ’ αὐτοῖς παρῆλθε λόγια, καὶ τίς ὁ τρόπος συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν ἑρμηνείας ‚ δι’ ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ δι’ ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβολῆς ἔτυχε, τῶν ἀναγκαίων ἡγοῦμαι εἰς φανερὸν θέσθαι τοῖς ἐντυγχάνουσιν ‚ οὐκ ἀσυμβούλου μοι γενησομένης καὶ τῆς τούτων ἐκθέσεως ἑ ἐς τὴν τῆς γενησομένης Προπαρασκευῆς ἀπόδειξιν.

ἐπειδὴ γὰρ ὅσον οὔπω τὰ τῆς τοῦ σωτῆρος ἡμῶν βιωφελοῦς κηρύξεως ἔμελλεν ἐπὶ τῆς Ρωμαίων ἀρχῆς εἰς πάντας ἐκλάμπειν ἀνθρώπους, λόγος τε οὐχ ὁ τυχὼν ᾕρει τὰς περὶ αὐτοῦ προφητείας τόν τε βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων καὶ τὰ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῶν μαθήματα, τῇ πατρίῳ αὐτῶν φωνῇ ἐξ αἰῶνος μακροῦ κεκαλυμμένα ‚ ἤδη ποτὲ εἰς πάντα τὰ ἔθνη, οἷς τὶ τῆς θεογνωσίας ἔμελλε προξενεῖσθαι, παρελθεῖν · θεὸς αὐτὸς ὁ τῶνδε τῶν ἀγα- θῶν αἴτιος, προλαβὼν τὸ μέλλον ὡς ἂν θεὸς τῇ προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς μακρὸν ἀναφανησομένου σωτῆρος ‚ διδασκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ’ ἥλιον ἔθνεσι καταστησομένου ‚ προρρήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ’ ἀκριβὲς μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας διοικεῖται ‚ βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶξαι

v.1.p.405
κατὰ νοῦν ἐμβαλὼν, εἰς προπαρασκευὴν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι μεταλήψεως.

ὧν γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν τὰ παρ᾿ αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον, τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν πρὸς τῶν παρ᾿ αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίῳ παιδείᾳ δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων.

γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπι- κληθέντα Φιλάδελφον, καθ᾿ ὃν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν γραφῶν, διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς, τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπον

“Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία, καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν ὅσον ἐφ᾿ ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν.

παρόντων οὖν ἡμῶν ἐρωτηθεὶς πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων, εἶπεν, ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ᾿ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τὰ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι.

τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ἀποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν ὁ δὲ Δημήτριος εἶπεν, ἑρμη- νείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίαν χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμ-

v.1.p.406
μάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπο- λαμβάνονται δὲ Συριακῇ χρῆσθαι· τὸ δ’ οὐκ ἔστιν, ἀλλ’ ἕτερος τρόπος.

μεταλαβὼν δὲ ἕκαστα ὁ βα- σιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ.’’

Καὶ μεθ’ ἕτερα ἐπιλέγει

“ Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν ἐκδοῦναι περὶ τῆς τῶν Ἰουδαΐκῶν βιβλίων ἀναγραφῆς πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀκριβείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο ‚ καὶ οὐδὲν ἀπερριμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς ἐκδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακε- χώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος, καὶ τὴν ἑκάστου κατασκευὴν ‚ διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ ἐκδόσεώς ἐστιν ἀντίγραφον τόδε ·

Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. Προστάξαντός σου ‚ βασιλεῦ, περὶ τῶν ἀπολειφθέντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς ‚ πεποιημένος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν προσαναφέρω σοι

τὰ δὲ τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα· ἀμελέστερον δὲ καὶ οὐχ ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τετύχηκε.

δέον δὲ ἔτι καὶ ταῦθ’ ὑπάρχειν παρὰ σοὶ διηκριβωμένα ‚ διὰ τὸ καὶ φιλοσοφωτέραν εἷναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὧς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καἲ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν

v.1.p.407
προειρημένων βιβλίων ‚ καὶ τῶν κατ’ αὐτὰ πεπολιτευμένων ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν ‚ ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης.