Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Αλλ' οἶ μὲν ἄλλοι, τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι, συγγένειαν τοῦ ἀνθρώπου πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μώσης οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα, σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος “ἐνέπνευσε ἐνέπνευσε γὰρ” φησὶν ὁ θεὸς‘‘ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν ζῶσαν”, ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίζεσθαι.

διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γενέσθαι, οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων. ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης ἀπεικονισθείσης, καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανὸν, τὰς ὄψεις ἀνατεῖναι.”

Ταῦτα μὲν οὕτος. εἰκότως δῆτα καὶ ἡ θεία γραφὴ οὐχ ὧς τὰ λοιπὰ ζῷα γεγονέναι τὸν ἄνθρωπόν φησι· τὰ μὲν γὰρ ἀπὸ γῆς προελθεῖν ἑνὶ κελεύσματι τοῦ παμβασιλέως θεοῦ, τὰ δ’ ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτοὺς αὐτοὺς, κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι· πρὸς ὃ καὶ ὁρᾶσθαι ἀρχικὸν καὶ βασιλικὸν τὴν φύσιν, μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημι- [*](3 Φίλων] vol. 1. p. 332.)

v.1.p.384
ουργικὸν καὶ κριτικὸν καὶ νομοθετικὸν, τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτικόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις.

διὸ τὰ μὲν θητεύειν καὶ χώραν οἰκετῶν παρέχειν ἀνθρώπῳ, τὸν δὲ, οἶα δεσπότην καὶ ἡγεμόνα δουλοῦσθαι καὶ ὑποτάττειν τὰ ῥώμῃ μὲν σώματος πολὺ κρείττονα, μείονα δὲ τῇ κατὰ τὴν νοερὰν οὐσίαν στερήσει.