Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν, ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθὲν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ’ οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε.

τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ προσφυεῖς τἀς προσηγορίας, γυμνότερον μὲν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ κοσμοκράτορας, καὶ πνευματικὰ πονηρίας ἐπονομάζει· συμβολικῶς δὲ, ὅτε τὸν θεοφιλῆ παρορμῇ μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι’ ὧν φησιν “ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.·

δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφὰς αὐτοὺς θεοὺς ἀναγορεύεσθαι, καὶ τἀς ἐπὶ θεῷ τιμὰς εἰς ἑαυτοὺς ὑφαρπάζειν, μαντείαις τε πειρᾶσθαι καὶ χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς εὐχερεῖς δελεάζειν, καὶ τῆς μὲν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἀνανεύσεως ἀποσπᾶν ἀποσπᾶν, κατασύρειν ἐπὶ τὸν πανώλεθρον τῆς δυσσεβοῦς καὶ ἀθέου δεισιδαιμονίας βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο. διαρρήδην παιδεύουσιν ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν

v.1.p.382
δαιμόνια.

νυνὶ δὲ, σὺν θεῷ φάναι, διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας πάντα τὰ πανταχόθεν τῆς οἰκουμένης ἔθνη, δεσμῶν δαιμονικῶν ἀπηλλαγμένα, τὸν θεὸν ἀνυμνεῖ, ὃν δὴ καὶ μόνον ὑπάρχειν σωτῆρα καὶ βασιλέα καὶ θεὸν τῶν ὅλων μεμαθήκαμεν.