Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μετὰ τὴν ἄναρχον καὶ ἀγέννητον τοῦ θεοῦ παμβασιλέως οὐσίαν, τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν, πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς, πρὸς αὐτόν τε ἀπεικονισμένην διδάσκουσι.

ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἀπάντων πρωτεύειν, παρ᾿ ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν, καὶ θεοῦ δύναμιν, καὶ θεοῦ σοφίαν, καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου, μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι.

τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ᾿ εἶδος διαφορὰς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ᾿ ἑαυτῷ τὰ σύμπαντα περιειληφότος.