Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ δὴ τόνδε τὸν ἔνθεον λόγον διαφόρως ἡ θεία γραφὴ πρὸς τοῦ πατρὸς ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ πεπεμμένον εἰσάγει. αὐτὸν δ’ οὖν καὶ τῷ Ἁβραὰμ Μωσεῖ τε καὶ τοῖς ἄλλοις θεοφιλέσι προφήταις φῆναι ἑαυτὸν, καὶ χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει.

τοῦτον καὶ πᾶσιν εἰς γνῶσιν ἐλθεῖν ἀνθρώποις, οἷα νοσούντων σωτῆρα καὶ ψυχῶν ἰατρὸν πρὸς τοῦ μείζονος ἀπεσταλμένον άλεσταλμένον, ὧδέ πη θεσπίζει ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.’ καὶ πάλιν ἄλλοτέ φησιν ἴως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.” ἔνθεν καὶ ἡ εὐαγγελικὴ διδασκαλία τὸ προφητικὸν καὶ πάτριον ἀνανεουμένη δόγμα ταύτῃ πη διασαφεῖ τὴν θεολογίαν “ἐν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.”

εἰκότως δῆτα τῷ αὐτῷ πνεύματι καὶ Μώσης ὁ πάνσοφος, ἀρχόμενος τῆς κατ’ αὐτὸν κοσμογονίας,

v.1.p.372
ἐν τῇ προαποδοθείσῃ ἀρχῇ, πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν φησίν· αὐτῷ τε εἰσάγει, ὡς ἂν οἰκείῳ καὶ πρωτογόνῳ αὐτοῦ λόγῳ λόγῳ, κοινολογούμενον ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τὸν θεὸν ἐν οἷς γράφει καὶ εἶπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.”

τοῦτο δὲ καὶ ὁ ψαλμῳδὸς ᾐνίττετο, ὁπηνίκα περὶ τοῦ πρώτου αἰτίου διεξιὼν “αὐτὸς” φησὶν “εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο ἐνετείλατο, καὶ ἐκτίσθησαν·” ἄντικρυς τὴν τοῦ πρώτου πρὸς τὸ δεύτερον αἴτιον, ὡς ἂν πατρὸς πρὸς υἱὸν υἱὸν, διάταξίν τε καὶ παρακέλευσιν ὑφιστάμενος πάντη γὰρ δήπουθεν δῆλον ὡς πᾶς ὁ λέγων τι ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται.

διαρρήδην δ’ αὖ πάλιν Μώσης ἄμφω δυοῖν μνημονεύων κυρίων, πατρὸς δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων “καὶ ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ.”

οἷς συμφώνως καὶ Δαβὶδ ψάλλων ἔφησεν “εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ προιὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ᾐνίξατο, φάσκων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.”

ἔνα δὲ μὴ σοφίζεσθαί με ταῦτα νομίσῃς, ἑρμηνέα σοι τῆς ἐν τῇ γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω παραστήσω, τὰ οἰκεῖα πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ δόγμα μεμαθηκότα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων. ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει φωνάς ·

[*](28 Φίλων] vol. 2. p. 625.)
v.1.p.373