Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου, καὶ τῆς θείας δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς, καὶ οὐ δι᾿ ἄλλης, τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτισάντων τε καὶ λυμηναμένων δαιμονικῶν φαντασμάτων ἐλευθερία πᾶσιν ὑπῆρχεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν

v.1.p.270
μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων, φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι δαίμονες δειχθεῖεν.

σκέψαι δ᾿ οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος, ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ᾿ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται.

οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτοὺς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ᾿ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτοὺς, εἰ μὴ τὰ καθ᾿ εἱμαρμένην, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος, ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ὧδε λέγων πρὸς λέξιν