Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Διαιρεῖται δὲ τὰ τόν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας , καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε· τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικὰ, τὰ δὲ ὕλης ἐπέχοντα λόγον · ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰ- τίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινόμενον γίνεται.

καὶ τοσαῦται μὲν αἶ τῶν αἰ- τίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινὸς ὑπό τι τούτων τῶν αἰτιῶν ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν εἰρημένον ἀριθμόν.

γνωριμωτέρα δ’ ἂν αὐτῶν ἡ διαφορὰ γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἴστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων

v.1.p.308
δεικνυμένη διαίρεσις. τοῦ δὴ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης , ὃν ἀνδριαντο- ποιὸν καλοῦμεν, ὡς δὲ ὕλη ὁ ὑποκείμενος χαλκὸς, ἢ λίθος, ἢ ὅ τι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματι- ζόμενον κατὰ τὴν τέχνην · αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα.

ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον· διὸ εἶδός ἐστι δισκεῦον, ἢ ἀκοντίζον, ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος.

οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτια, ἀλλ’ ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν , ἢ τιμή τινος, ἢ εἰς θεὸν εὐ- σέβειά τις. ἄνευ γὰρ τῆς τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο.

ὄντων τοίνυν τορούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σώξουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ.’’

‘‘Τούτου δὲ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸ.ν λόγον· οὕτω γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γιγνομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχωρεῖν, ὡς οὖσι ποιητικοῖς τινῶν αἰτίοις.

ἁπάντων δὴ τῶν γιγνομένων Ἀρι- στοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τιωὁς χάριν γίγνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γιγνομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτὰ, τὰ δὲ οὐδενὸς, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίγνεται, οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφορὰν, τοιαῦτα οἶόν ἐστι καρφῶν τε τι-

v.1.p.309
νῶν διακρατήσεις καὶ περι·στροφαὶ, καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις, καὶ ὅσα τούτοις ὁμοίως γίνεται.

ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὑ χάριν αἰτίαν. τὰ μὲν οὖν οὕτω γινόμενα ἀσκόπως καὶ ἀπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν ·

τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γιγνομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίγνεται. τὰ τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γιγνόμενα τοῦ γίγνεσθαι παύονται , εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γίγνοιτο τῇ κατὰ φύσιν αὐ- τῶν ἐπὶ τὸ προκείμενον ὁδῷ.

ἀλλὰ καὶ τὰ κατὰ λόγον γιγνόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γιγνομένων γίγνεται , ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς.

ἔστι δὲ κατὰ λόγον γιγνόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίγνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιτο. οὕτω γίγνεται τά τε κατὰ τὰς τέχνας γιγνόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν ·

ἃ διαφέρει τῶν γιγνομένων φύσει τῷ τὰ μὲν φύσει γιγνόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰ- τίας τῆς τοιαύτης γενέσεως, τοιοῦτον γὰρ ἡ φύσις), καὶ γίγνεσθαι μὲν κατὰ τάξιν τινὰ, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης.

τὰ δὲ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινή- σεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὑ- τοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός.

τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γιγνομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίγνεσθαι πεπιστευμένα, ταύτῃ τῶν

v.1.p.310
προηγουμένως ἕνεκά του γιγνομένων διαφέροντα, ᾗ ἐπ᾿ ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίγνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γιγνόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίγνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γιγνομένοις, ὡς τέλος, τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίγνεσθαι λεγόμενον.”

“Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γιγνομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην.

ἆρά γε ἐν τοῖς οὐδενὸς γιγνομένοις χάριν; ἢ τοῦτο μὲν παντά- πασιν ἄλογον; ἀεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα, καθ᾿ εἱμαρμένην τε αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην.”

Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν, οὐδ᾿ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γινόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι

φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμ- ποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίγνεταί τινα, γένοιτ᾿ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ᾿ εἱμαρμένην.

“Ὁρῶμεν γοῦν, φησὶν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων, οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμ-

v.1.p.311
βουλίαι θεῶν.