Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ στωικῷ περὶ τοῦ λό- γου τοῦδε. οὕτος γὰρ έν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις

  • ἀλλ’ ἐμὲ μὲν κὴρ
  • ἀμφέχανε στυγερὴ, ἥπερ λάχε γεινόμενόν περ.
  • καὶ

  • ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα
  • γεινομένῳ ἐπένησε λίνῳ , ὅτε μιν τέκε μήτηρ·
  • καὶ
  • Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.
  • οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἶς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται , βουλόμενος συνιστᾶν τὸ καὶ παρ’ ἡμὰς πολλὰ γίνεσθαι , οἶον τὸ
  • αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
  • καὶ τὸ
  • ὢ πόποι , οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
  • ἐξ ἡμέων γάρ φασι κάκ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
  • σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι.
  • ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην ἠναντίωται. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν ἠδυνήθη , τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ’ ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων εὑρεθήσεται.

    τὸ γὰρ

  • ἀλλ’ ἐμὲ μὲν κὴρ
  • ἀμφέχανε στυγερὴ, ἥτις λάχε γεινόμενόν περ,
  • v.1.p.301
    οὖχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἂν, ἀλλ’ αὐτὸ τὸ τεθνήξεσθαι· καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθείμαρται.

    ἀλλὰ μὴν καὶ τὸ

  • ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα
  • γεινομένῳ ἐπένησε λίνῳ , ὅτε μιν τέκε μήτηρ,
  • τὸ αὐτὸ βούλεται. οὐ γὰρ ὅτι πάντα αὐτῷ τὰ μετὰ ταῦτα καθ’ εἱμαρμένην συμβήσεται λέγει, ἀλλ’ ὅτι κατ’ ἀνάγκην αὐτῷ τινὰ συμβήσεται. ἡ γὰρ τοῦ ἅσσα διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ κατ’ ἀνάγκην ἡμῖν , εἰ καὶ μὴ πάντα, ἐπίκειται.

    καὶ τὸ

    Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ’ ἀνάγκην παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; ὥστ’ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ’ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον , εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται παρ’ ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ’ ὅτι κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη.

    καὶ τῷ ποιητῇ μὲν , ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων , ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις · φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι’ αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι

    Καὶ μεθ’ ἕτερά φησι

    “Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιπ- πος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πε- περασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην, εἰρομένην τινὰ εἴτε ἐκ

    v.1.p.302
    θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτε αἰτίας.

    ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστω. οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν ἐπιτελεῖται.

    καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίξει.

    ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων οὐκ ᾐσθάνετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους , καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατει- ληφέναι τὴν εἱμαρμένην , καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὐσί τε καὶ γινομένοις αἰτίας.

    τί οὖν ἀκολουθεῖς , ὠ Χρύ- σιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις, καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη , ἀλλὰ πάντες τῆς ἀληθείας εἰσὶ θεωρητικοί;

    πῶς οὖν οὐδένα φὴ̣ς ἄνθρωπον , ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ’ ισον Ὀρέτῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σο- φοῦ; ἴνα δὲ ἢ δύο μόνους φὴς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους δι’ ἀφροσύνην ἐπ’ ἴσης τοῖς προει- ρημένοις μεμηνέναι;

    πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας , οἶον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδο- νῆς , ἅπερ ἀγαθὰ νενομίκασιν οἶ πλεῖστοι; πῶς δὲ

    v.1.p.303
    τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσοῦτον βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημένας;

    οὐ γὰρ, ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι.

    πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτὸν, μήτι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτὲ ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ᾿, εἰ καὶ τοῦτο ἦν ἀληθὲς τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ᾿ ἴσης, καὶ οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταυτὰ σοὶ δοξάζοντες κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινὸς ἐπειλημμένους, καθὸ δὲ διεφώνουν ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν;

    μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν φύσει, καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε.

    γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ.

    ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ᾿ οὕτως ἔχειν, καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ τοίνυν δι᾿ αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ᾿ εἱμαρμένην εἶναι, καὶ μὴ, εἰ ἄρα, ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη;

    ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος, καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα, καὶ τὸ ἐπίκλωσμα τούτου, καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος κα-

    v.1.p.304
    θῆγον τῶν αἰτιῶν, ὅσα οὑτωσὶ κατηνάγκασται γενέσθαι, καὶ ὅσα ἄλλως ἔχειν κεκώλυται.