Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δ’ οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειεν ἂν φωνὴ, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ

v.1.p.289
δυνάμεως ἐναργῶς ἀποφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ’ ἡμᾶς ἀναμφιλόγως τὴν ἐλευθέραν καὶ αὐτεξούσιον τῆς λογικῆς ψχῆς χῆς δύναμιν παραδεικνυμένων.

καθ’ ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ’ ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον τὸ ἐφ’ ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον.

τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι, καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα, καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα.

καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειεν ἂν τὴν εἱμαρμένην αἰτιᾶσθαι. ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά ; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀγῶνα;

ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικὸν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων θεοῦ γνώσεως διδακτικὸν, ἅπασιν άνθρώποις, Ἕλλησι τε καἲ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε;

v.1.p.290

τίς δὲ τῶν ἐξ αἰῶνος ἀοιδίμων σοφῶν, βάρβαρος ἢ Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ’ αὐτοῦ προβληθέντα λόγον, γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν, καὶ θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι;

εἰ δὲ ταῦτα ἐξ αἰῶνος νος οὔτ’ ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσεως τε καὶ εἱμαρμένης

ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ’ ὅλης τῆς οἰκουμένης ἀνηγόρευται , οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἓλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται , καὶ οὐκ ἄλλως καθῄρηνται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας;

ποία δ’ αὐτῶν εἱμαρμένη θεὸν δημιουργὸν ἀπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο ; τί δὲ οἶ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους ἔκπαλαι ἠγωνισμένοι, καὶ εἰσέτι δεῦρο διαθλοῦντες ;

μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὧς ὑφ’ ἐνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι, μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι, καὶ ψυχῆς ἀρετὴν μίαν , ἔνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον, καὶ λόγον ἀγαπήσαι τὸν αὐτὸν, τάς τε αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι’ ἔνστασιν εὐσεβείας.

καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ καὶ πρεσβύτας, καὶ πᾶν μέτρον ἡλικίας, ἀρρένων τε καὶ θηλειῶν γένη, φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετῶν ὁμοῦ καὶ ἐλευθερίων,

v.1.p.291
λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ’ ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ’ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης , εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον, καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀσπάσασθαι, τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι, καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι’ ἔργων προτιμῆσαι;

ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης , μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέ- σεως ἐλευθέρας ἐναργῆ τυγχάνοντα παραδείγματα.

γένοιτο δ’ ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία , ὧν τὰ πολλὰ παρεὶς , αὐτὸς μὲν τοῖς εἰρημένους ἀρκεσθήσομαι , σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθῃς ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ’ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων.

ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν γοήτων φωρὰν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται , δι’ ὧν γράφει τάδε κατὰ λέξιν